[ ] Mys. — Pergamon — end 4th-mid. 3rd c. BC — OGIS 265
1 [ἔγνω βο]υλὴ καὶ δῆμος· γνώμη στρατηγῶν·
[ἐπεὶ ὁ] δῆμος ὁ Τημνιτῶν οἰκείως διακε̣[ί]-
[μενος] τυγχάνει τῶι δήμωι τῶι Περγαμην̣[ῶν],
[ἀγαθ]ῆ̣ι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
5 [μωι]· ἀποστεῖλαι πρεσβευτὰς δύο, οἵτινες παρα-
[γε]ν̣όμενοι ἐμφανιοῦσι τήν τε εὔνοιαν ἣ̣ν ἔχων
[δι]ατελεῖ πρὸς αὐτοὺς ὁ δῆμος ὁ Περγαμηνῶν
[κα]ὶ διαλεγήσονται ὅπως ψηφισθῆι ταῖς πόλεσιν
[ἀμ]φοτέραις ἰσοπολιτεία. ἐὰν δὲ φαίν[η]ται
10 [Τη]μνίταις ἐπιτήδειον εἶναι συνθεῖναι περὶ τ[ο]ύ̣-
[του], τ̣οὺς ἀφεσταλμένους αὐτοκράτορας [εἶναι].
[αἱρε]θέντες Ἀπολλωνίδης Ἀπελλέος, Η[․․․․․․]
[Ἑρ]μίππου. ἀγάθαι τύχαι· ἔδοξε Ταμν̣[ίταισι]
[κ]α̣ὶ Περγ̣α̣μήνοισι ἐπὶ πρυτάνιος τῶ μ[ετὰ Ἡρα]-
15 [κ]ληΐδαν τὸν Δίτα μῆννος Ἠράω, ἐν [Περγάμῳ]
ἐπὶ πρυτ[ά]νιος Ἀριστοκράτεος τῶ Ἰερα[․․․․․․․]
μῆνος Ἠρ̣ά̣ω·  ἔμμεναι Ταμνίτ̣[αισι ἐν Περ]-
γάμῳ πολι[τ]είαν καὶ Περγαμήν[οισι ἐν Τάμνῳ]
μετεχόντ[ε]σσι ὦν οἰ ἄλλο[ι πόλιται μετέχοι]-
20 σι καὶ γᾶς καὶ οἰκ̣[ία]ς ἔγκτησιν ἔμ̣[μεναι τῷ Ταμνί]-
τᾳ ἐμ Περγάμῳ κ̣αὶ τῷ Περγα̣[μήνῳ ἐν Τάμνῳ. ψᾶφον]
[δ]ὲ φέρην τὸν Τα̣μνίταν [ἐμ Περγάμῳ καθάπερ ὁ Περ]-
γ̣άμηνος φέρει κα[ὶ] τ̣ὸν Π[εργάμηνον ἐν Τάμνῳ καθάπερ]
[ὁ] Ταμνίτας φέρει̣ [— — — — — — — — — — — — — — — —]
25 [σ]τείχην ἢ ἐπὶ συ[— — — — — — — — — — — — — — — — —]
[— — —]Σ․ΤΑΙ#⁷#⁷[— — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us