[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — 1st half 3rd c. BC — REG 112 (1999) 2-17,1 ll. 19-53
19 | [ἔδοξεν τῆι] βουλῆι καὶ τῶι δήμωι, προέδρων γνώμη· {²vac.}² |
20 | [ἐπειδὴ ὁ δῆ]μος ὁ Ἀιγαιέων, ἀποστείλας ψήφισμα καὶ πρεσβευ- |
[τὴν Πύθεο]ν̣ Διονύτα, ἐπαινεῖ τὸν δῆμον καὶ στεφανοῖ χρυσῶι | |
[στεφάνω]ι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Αἰ- | |
[γαιέ]ω̣ν, ἐπαινεῖ δὲ καὶ τοὺς ἀποσταλέντας δικαστὰς καὶ στε- | |
[φανοῖ χ]ρ̣υσῶι στεφάνωι ἐπὶ τῶι δικάσαι τὰς δίκας ὀρθῶς καὶ | |
25 | [δικ]α̣ίως, δίδωσι δὲ αὐτοῖς καὶ πολιτείαν καὶ προξενίαν κα- |
[θ]ὼ̣ς τετάχασι διὰ τοῦ ψηφίσματος τοῖς ἄρχουσιν ἐπιμέλεια̣[ν] | |
[π]ο̣ιήσασθαι ὅπως ἐν τοῖς κατὰ τοὺς νόμους χρόνοις συντελεσ̣- | |
θῆι αὐτοῖς τά τε κατὰ τὴμ πολιτείαν καὶ τὴν προξενίαν, ἐ̣- | |
ψηφισμένοι δέ εἰσιν καὶ ὅπως οἱ στέφανοι ἀναγορευθῶσιν [ἐν] | |
30 | τοῖς Διονυσίοις, ἀξιοῦσιν δὲ καὶ ἡμᾶς ποιήσασθαι τὴν ἀναγ- |
γελίαν τῶν στεφάνων ἔν τε τοῖς Κλαρίοις καὶ τοῖς Διονυσίοις | |
ὅταν ἡ πόλις πρῶτον τοὺς ἀγῶνας συντελῆι καὶ ἀναγράψαι [τὸ] | |
ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν ὅπο[υ ἂν] | |
φαίνηται ἐπιτήδειον εἶναι, vv δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι | |
35 | ἐπαινέσαι μὲν τὸν δῆμον τὸν Αἰγαιέων ἐπί τε τῆι καλοκαγα- |
θίαι καὶ τῆι αἱρέσει ἣν ἔχει εἰς τὸν δῆμον καὶ ἐπὶ τῶι τοῖς κα- | |
λοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν τὴμ προσήκουσαν ἀποδιδόναι | |
τιμὴν καὶ χάριν, ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέντας δι- | |
καστὰς Ἀπολλόδωρον Ἀπολλοδώρου Κωλίδην, Λεωμέδοντα | |
40 | Τ̣ιμαγόρου, Ἀπολλόδωρον Ἡγησιμάχου ἐπὶ τῶι δικάσαι τὰς δί- |
κας Αἰγαιεῦσιν ὀρθῶς καὶ δικαίως, μετὰ παντὸς τοῦ βελτίστου | |
ποιουμένους τὰς κρίσεις· ἵνα δὲ καὶ οἱ στέφανοι ἀναγγελῶσι[ν] | |
ἔν τε τοῖς Κλαρίοις καὶ τοῖς Διονυσίοις καθότι ἠξιώκασιν | |
Αἰγαιεῖς, ἐπιμεληθῆναι τῆς ἀναγγελίας τῶν στεφάνων, ὅταν ἡ | |
45 | πόλις πρῶτον τοὺς ἀγῶνας συντελῆι, τοῖς μὲν μεγάλοις |
Κλαρίοις τοὺς ἀγωνθέτας, τοῖς δὲ Διονυσίοις τὸμ πρύτανι[ν]· | |
ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τὸ παρ’ Ἀιγαιέων καὶ τόδε εἰς στή- | |
λην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Κλα- | |
ρίου· τὸ δὲ ἔργον τῆς κατασκευῆς τῆς στήλης καὶ τῆς ἀναγρα- | |
50 | φῆς τῶμ ψηφισμάτων μισθῶσαι τὸν οἰκονόμον Κόρωνον καὶ τῶι |
μισθωσαμένωι δοῦναι τὴν δόσιν, συγγραφὴν δὲ τὸν ἀρχιτέκτο- | |
να γράψαι· δοῦναι δὲ καὶ τῶι πρεσβευτῆι τὸν οἰκονόμον Κόρωνον | |
ξένια τὰ ἐκ τοῦ νόμου. |