[ ]
Aiol.Mys.: Kaikos — Kapatzedes [Ab: Elaia?] — 129 v.Chr. — AM 38,1913,37-40 [AE 1913,185]
1 | ․․․․․․․․․ [πρ]ὸς θεῶ[ν] ․․․ |
․․․․․․․․․ [τ]ούτου δὲ τη․․․ | |
․․․․․․․․․ου | |
[ἔδοξεν τῆι βουλῆι κ]αὶ [τ]ῶι δή[μωι], | |
5 | ․․․․․․․․․ [Νικ]άνορος |
․․․․․․․․․ [Διο]ν[υ]σίου | |
․․․․․․․․ [Ἀρ]χίο[υ] | |
․․․․․․ [Με]νάνδρο[υ] | |
[Π]ολύστρ[ατος Μ]ένωνος | |
10 | στρατη[γοὶ εἶ]παν· |
[E)PEI\ O( DH=]MOS H(MW=N [FULA/SS]WN A)P' A)R[XH=S TH\N] | |
[πρὸς Ῥ]ωμαίους εὔν[οιαν κα]ὶ φιλίαν π[ολλὰς] | |
[καὶ ἄ]λλας ἐν τοῖς [ἀναγκα]ιο[τά]τοις κ[αιροῖς] | |
[τῆς] προαιρέσεως [ἀποδε]ίξεις πεπό[ηται], | |
15 | [ὁμ]οίως δὲ καὶ ἐν τ[ῶι πολέ]μωι τῶι π[ρὸς] |
[Ἀρ]ιστόνικον τὴ[ν πᾶσα]ν εἰσφερό[μενος] | |
[σ]πουδὴν μεγάλο[υς ὑπέ]στη κινδύ[νους] | |
[κ]αὶ κατὰ γῆν καὶ κ[ατὰ θ]άλασσαν, [ἐξ ὧν] | |
[ἐ]πιγνοὺς ὁ δῆμος [ὁ Ῥωμ]αίων τὴν π[ροαίρε]- | |
20 | [σ]ιν τοῦ ἡμετέρου [δήμου] καὶ ἀποδεξ[άμενος] |
τὴν εὔνοιαν προσ[δέδεκ]ται τὸν δῆ[μον] | |
ἡμῶν πρός τε τὴν φ[ιλίαν κ]αὶ συμμα[χίαν], | |
ἀνακειμένο[υ] δὲ ἐ[ν Ῥώμη]ι ἐν τῶι ἱερῶ[ι τοῦ] | |
Διὸς τοῦ Καπετωλ[ίου πίν[ακος [χ]αλκο[ῦ καὶ] | |
35 | [ἐ]ν αὐτῶι κατατετα[γμένων] τοῦ [τε γε]γονότος |
[δ]όγματος [ὑ]πὸ τῆς [συγκλήτ]ου περὶ τῆς συμμα- | |
[χ]ίας, ὁμοίως δὲ καὶ τ[ῆς συνθήκ]ης, καθήκει καὶ | |
[πα]ρ’ ἡμ[ῖν] ἀναγραφῆν[αι αὐτὰ ε]ἰς πίνακας | |
[χ]αλκοῦς δύο καὶ τε[θῆναι ἔ]ν τε τῶι ἱερῶι | |
30 | [τ]ῆς Δήμητρος καὶ ἐ[ν τῶι β]ουλευτηρίωι |
[παρ]ὰ τὸ ἄγαλμα τῆς [Δημοκ]ρατίας· δεδ[όχ]θαι | |
[τῆι] βουλῆι καὶ τῶι δ[ήμωι] τοὺς ἐξετασ[τ]ὰς | |
[δι’] ὧν καθήκει ἔγδο[σιν πο]ήσασθαι τῆς τε | |
[τῶν πι]νάκων κατασκε[υῆς κ]αὶ τῆς ἐν αὐτοῖς | |
35 | [ἀναγ]ραφῆς, ὁμοίως [δὲ καὶ] στηλῶν μαρμαρί- |
[νων δ]ύο, εἰς ἃς, ὅταν [οἱ πίν]ακες συντελεσθῶ- | |
[σιν, ἐ]ναρμοσθῆναι [αὐτού]ς, ἀναγραφῆναι δὲ | |
[ἐν ταῖ]ς στήλαις διε[ξοδικ]ῶς τὸ ἀντίγραφον | |
[τοῦδε] τοῦ ψηφίσμα[τος ὅτα]ν τε ἡ ἀνάθεσις | |
40 | [αὐτῶ]ν ἐπιτελῆται, [τὸν στ]εφανηφόρον καὶ |
[τοὺς ἱ]ερεῖς καὶ τὰς ἱ[ερείας κ]αὶ τοὺς ἄρ[χ]οντας | |
[ὑπὲρ] τῶν πολιτῶν [ἀνοίξα]ντας τοὺς ναοὺς | |
[τῶν θ]εῶν ἐπιθυμιᾶ[ν τὸν λιβ]ανωτὸν, ε[ὐχ]ομέ- | |
[νους]· "ἐπ’ ἀγαθῆι τύχ[ηι καὶ σω]τηρίαι τοῦ τε | |
45 | [ἡμε]τέρου δήμου κ[αὶ τῶν Ῥωμ]αίων καὶ τοῦ κοι- |
[νοῦ τ]ῶν περὶ τὸν Κ[αθηγεμόν]α Διόνυσον τε[χ]νι- | |
[τῶν] μεῖναι ἡμῖν εἰς ἅπ[αντα τὸ]ν [χ]ρόνον τὴν πρὸς | |
[Ῥωμ]αίους φιλίαν κα[ὶ συμμα]χίαν"· παραστα- | |
[θῆ]ναι δὲ καὶ θυσίαν ὡ[ς καλλ]ίστην τῆι τε | |
50 | [Δή]μητρι καὶ τῆι Κόρ[ηι ταῖς π]ροκαθημέναις |
[θε]αῖς τῆς πόλεως ἡ[μῶν, ὁμο]ίως δὲ καὶ τῆι | |
[Ῥώμ]ηι καὶ τοῖς ἄλλοι[ς θεοῖ]ς πᾶσι καὶ πάσαις· | |
[εἶν]αι δὲ καὶ τὴν ἡμέρ[αν ἱερ]ὰν καὶ ἀνεθῆναι | |
[τοὺ]ς τε παῖδας τῶν μ[αθημάτ]ων καὶ τὴν οἰκε- | |
55 | [τε]ίαν τῶν ἔργων· ἐπι[τελεσθ]ῆναι δὲ ἀπὸ τῆς |
[θυ]σίας διαδρομὴν το[ῖς τε πα]ισὶν καὶ τοῖς νέοις, | |
[τὴ]ν ἐπιμέλειαν ποησ[αμένω]ν τοῦ τε παιδονόμου | |
[κα]ὶ τοῦ γυμνασιάρ[χ]ο[υ· τὸ δὲ ἐ]σόμενον ἀνά[λ]ωμα | |
[εἴ]ς τε τὴν κατασκευὴ[ν τῶν π]ινάκων καὶ τἄλλα | |
60 | [πρ]οέσθαι Εὐκλῆν καὶ Δ[ιονύσι]ον τοὺς ταμίας |
[ἀφ’] ὧν [χ]ειρίζουσιν προ[σόδων]. |