[ ] Tr.: Skamander u. Nebentäler — Skepsis (Kurşunlu-Tepe) — 311/310 v.Chr. — JHS 19,1899,330-332 (A) [OGIS 5]
1 [․․․8․․․․ σπουδὴν] ἐποιού[μ]εθα [περὶ τῆς τῶν]
[Ἑλλήνων ἐλ]ευθερίας· ἄλλα τε οὐ μικ[ρ]ὰ δι[ὰ]
[τοῦτο συγχ]ωροῦντες καὶ χρήματα προσδια-
[․․․7․․․, κα]ὶ ὑπὲρ τούτων συναπεστείλαμε[ν]
5 [μετὰ Δημά]ρχου Αἰσχύλον· ἕως δὲ συνωμολογ-
[εῖτο ἐπὶ τ]ούτοις τὴν ἔντευξιν ἐπὶ τοῦ Ἑλλη[σ]-
[πόντου] ἐπ<ο>ιούμεθα· καὶ εἰ μὴ κωλυταὶ τι-
[νες ἐγέ]νοντο, τότε ἂν συνετελέσθη ταῦτα·
[νῦν δὲ] γενομένων λόγων Κασσάνδρωι καὶ Πτο-
10 [λεμαί]ωι ὑπὲρ <δ>ιαλύσεων· καὶ πρὸς ἡμᾶς πα-
[ραγε]νομένων· Πρεπελάου καὶ Ἀριστοδήμου
[ὑπὲ]ρ τούτων· καίπερ ὁρῶντές τινα· ὧν ἠξί-
[ου] Κάσσανδρος ἐργωδέστερα ὄντα· ἐπεὶ τὰ
[π]ερὶ τοὺς Ἕλληνας συνωμολογεῖτο· ἀναγ-
15 [κ]αῖον ὤιμεθα εἶναι παριδεῖν· ἵνα τοῦ τὰ ὅ-
λα συντελεσθῆναι τὴν ταχίστην· ἐπεὶ πρὸ
πολλοῦ γ’ ἂν ἐποιησάμεθ’ ἅπαντα διοικῆσα[ι]
τοῖς Ἕλλησιν καθὰ προειλόμεθα· διὰ τὸ δὲ
μακρότερον τοῦτο γίνεσθαι· ἐν δὲ τῶι χρο-
20 νίζειν ἐνίοτε πολλὰ καὶ παράλογα συμβαί-
νειν· φιλοτιμεῖσθαι δὲ ἐφ’ ἡμῶν τὰ πρὸς το[ὺς]
Ἕλληνας συντελεσθῆναι, ὤιμεθα δεῖν μηδὲ
μικρὰ κινδυνεῦσαι τὰ ὅλα μὴ διοικηθῆναι·
ὅσην δὲ σπουδὴν πεποήμεθα περὶ ταῦτα, φανε-
25 ρὸν οἶμαι ἔσεσθαι καὶ ὑμῖν καὶ τοῖς ἄλλοις
ἅπασιν ἐξ αὐτῶν τῶν διοικημένων· ὄντων δ’ [ἡ]-
μῖν τῶν πρὸς Κάσσανδρον καὶ Λυσίμαχον συν-
τετελεσμένων· πρὸς <ἃ> Πρεπέλαον ἔπεμψαν αὐ-
τοκράτορα· ἀπέστειλεν Πτολεμαῖος πρὸς ἡ-
30 μᾶς πρέσβεις, ἀξιῶν καὶ τὰ πρὸς αὑτὸν διαλυ-
θῆναι καὶ εἰς τὴν αὐτὴν ὁμολογίαν γραφῆναι·
[ἡ]με<ῖ>ς δὲ οὐ μικρὸμ μὲν ἑ[ω]ρῶμεν τὸ μεταδιδό-
[ναι φιλ]οτιμίας ὑ[π]ὲρ ἧς πράγματα οὐκ ὀλίγα
ἐσχ[ήκαμεν κ]α[ὶ] χρήματα πολλὰ ἀνηλώκαμε[ν],
35 καὶ τα[ῦτ]α τῶν πρὸς Κά[σ]σανδρον κ[αὶ Λ]υ̣σ̣ί̣[μα]-
χον ἡμῖν διωικημένων· καὶ εὐχερεσ[τέρας]
οὔσης τῆς λοιπῆ[ς π]ραγματείας· οὐ μὴν ἀλλὰ
διὰ τὸ ὑπολαμ[β]άνειν καὶ τῶν πρὸς τοῦτον
συντελεσθέ[ν]των· τὰ πρὸς Πολυπέρχοντα
40 θ̣ᾶσσον ἂν διοικηθῆναι, μηθενὸς αὐτῶι συν-
ορκοῦτος· καὶ διὰ τὴν οἰκειότητα τὴν ὑπάρ-
χουσαν ἡμῖν πρὸς αὐτόν· ἅμα δὲ καὶ ὑμᾶς ὁ-
ρῶντες κα[ὶ] τοὺς ἄλλους συμμάχους ἐνοχλου-
μένους ὑπό τε τῆς στρατείας καὶ τῶν δαπανη-
45 μάτων· ὤιμεθα καλῶς ἔχειν συγχωρῆσαι καὶ
τὰ[ς δ]ιαλ[ύσ]εις ποήσασθαι καὶ πρὸς τοῦτον·
σ[υνο]μολογησόμενον δὲ ἀπεστείλαμεν Ἀρισ-
τό[δ]ημον καὶ Αἰσχύλον καὶ Ἡγησίαν· οὗτοι
τε δὴ παρεγένοντο λαβόντες τὰ πιστὰ καὶ οἱ
50 παρὰ Πτολεμαίου οἱ περὶ Ἀριστόβουλον ἦλ-
θον ληψόμενοι παρ’ ἡμῶν· ἴστε οὖν συντετε-
λεσμένας τὰς διαλύσεις καὶ τὴν εἰρήνην γε-
γενημένην· γεγράφαμεν δὲ ἐν τῆι ὁμολογίαι
ὀμόσαι τοὺς Ἕλληνας πάντας συνδιαφυλάσ-
55 σειν ἀλλήλοις τὴν ἐλευθερίαν καὶ τὴν αὐτ[ο]-
[ν]ομίαν, ὑπολαμβάνοντες ἐφ’ ἡμῶν μὲν ὅσα ἀν-
[θ]ρωπίνωι λογισμῶι διαφυλάσσεσθαι ἂν τα[ῦ]-
[τ]α· εἰς δὲ τὸν λοιπὸν χρόνον ἐνόρκων γενο-
μένων τῶν τε Ἑλλήνων πάντων καὶ τῶν ἐν τοῖς
60 [π]ράγμασιν ὄντων μᾶλλον ἂν καὶ ἀσφαλέστε-
[ρ]ον διαμενεῖν τοῖς Ἕλλησιν τὴν ἐλευθερίαν·
[κ]αὶ τὸ συνδιαφυλάξειν δὲ προσομνύναι ἃ ἡ-
[μ]εῖς ὡμολογήκαμεν πρὸς ἀλλήλους· οὐκ ἄδο-
ξον οὐδὲ ἀσύμφερον τοῖς Ἕλλησιν ἑωρῶμεν
65 ὄν· καλῶς δή μοι δοκεῖ ἔχειν ὀμόσαι ὑμᾶς
τὸν ὅρκον ὃν ἀφεστάλκαμεν· πειρασόμεθα δὲ
καὶ εἰς τὸ λοιπὸν ὅτι ἂν ἔχωμεν τῶν συμφε-
ρόντων καὶ ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησιν πα-
ρασκευάζειν· ὑπὲρ δὴ τούτων καὶ γράψαι μοι
70 ἐδόκει καὶ ἀποστεῖλαι Ἄκιον <τὸν> διαλεξόμε-
νον· φέρει δὲ ὑμῖν καὶ τῆς ὁμολογίας ἧς πε-
ποήμεθα καὶ τοῦ ὅρκου ἀντίγραφα· ἔρρωσθε.
Search Help
Contact Us