[ ] Cil. — Mallos — 2nd c. BC — SEG 37.1312
1 Μαλ̣λ̣ωτῶν ὁ δῆμος Ἰ̣ά̣σονα Ἰ̣άσονος
τοῦ̣ [Ἀ]πολ̣λωνίου πολίτην ἀγαθὸν
γεγε̣νημένον καὶ εὔνουν τῆ̣ι πατρίδι
καὶ γ̣[υ]μνασιαρχήσαντα ἐπιδόξως
5 καὶ μ̣[ι]σοπονήρως καὶ ἀξίως {²vac.}²
αἰων̣ί̣ου̣ μνήμης, ἀλε[ί]ψαντα δὲ
καὶ το[ὺς] ν̣έους ἐ̣κ̣ τοῦ ἰδίου̣ μ̣εγαλομερῶς
καὶ ο̣ἰκεί̣ω̣ς̣ τοῦ τ̣ῆς πατρίδος ἀξιώμ[α]τος̣
τὸν ἐπὶ [τῆ]ς ἀρχῆς χρό[ν]ον. {²vac.}²
Search Help
Contact Us