[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 Θεοδώρα Νουμερ̣ιανοῦ Συέδρισσα
κατέστησεν τῷ γλυκυτάτῳ μου
ἀνδρὶ Αἰλίῳ Τηλέφῳ Ἰσαύρῳ,
βενεφικιαρίῳ ἔχοντι στατιώναν
5 ἐν Ὀλύμπῳ, ὃν πολλῷ χρόνῳ νοσή-
σαντα καὶ τελευτήσαντα κ̣α̣[τ]ε̣[θ]έ-
μην ἐνθάδε· μηδένα δὲ ἐξὸν βλη-
θῆναι ἰς τὸ ἀνγεῖον εἰ μὴ ἐμὲ τὴν
σύνβιον αὐτοῦ· ἐάν τις δὲ βιάσηται
10 καὶ ἀνύ̣ξ̣ῃ καὶ βάλῃ ἕτερον πτῶμα, ὑπο-
κείσεται τῷ ἱερωτάτῳ ταμείῳ 𐆖 ͵γφ·
ὁ δὲ ἐλένξας λήμψεται [τὸ τρί]τον.
χαίρετε, οἱ παράγοντες, καὶ μνήσκε-
σθέ μ̣ου, οἱ φίλοι καὶ οἱ συνγενεῖς.
Search Help
Contact Us