[ ] Lycia, E. — Olympos — Roman period
1          Αὐρηλία Ἀμμία Μενάνδρου τοῦ Ἑ̣ρ̣μαίου
Ὀλυμπηνὴ, ὃν ὠνησάμην τύμβον διὰ τῶν ἀρχείων παρά Αὐρ(ηλίου)
Ζ̣η̣νοδότου Πανθείης Ὀλυμπηνοῦ, βούλομαι ἐνκηδευθῆναι ἑαυ-
τὴν καὶ τὸν ἄνδρα μου Αὐρ(ήλιον) Στέφανον Ζωσιμᾶτος Ὀλυμπηνὸν
5 καὶ τέκνα ἡμῶν· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦσαί τινα,
εἰ μὴ ἡμεῖς τινι ἐνγράφως ἐπιτρέψωμεν, ἢ ὁ βιασάμενος
         ἐνκηδεῦσαι εἰσοίσι Ὀλυμπηνῶν τῇ πόλι
         𐆖 ψʹ #⁵⁶ ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον.
Search Help
Contact Us