[ ] Lycia, W. — Pinara — Roman period
1          τὸ μνημεῖον
Πτολεμαΐδος τῆς Δαμονείκου,
ὥστε μηδενὶ ἐξεῖναι ἑτέρῳ μηδὲ τοῦ
γένους κηδευθῆναι ἐν αὐτῷ κατὰ
5 μηδένα τρόπον, ἢ τὸν ἐπιχειρήσαντά τι
ἢ κηδεύσαντα ἕτερον ἐν τῷ μνημείῳ
τούτῳ ὀφείλειν Πιναρέων τῷ δήμῳ
δηνάρια πεντάκις χείλια, ἐξ ὧν
ὁ ἐλένσας {²⁶ἐλένξας}²⁶ λήμψεται τὸ πέμπτον,
10 κηδευθείσης ἐμοῦ μόνης ἐν τῷ
μνημείῳ τούτῳ.
Search Help
Contact Us