[ ] Lycia, W. — Pinara — mid-1st-early 2nd c. AD
1 τὸ μνημεῖον τοῦτο προσεπεσκευάσθη ὑπὸ Κλαυδίου Ἑρμᾶ, τροφέος Κλαυδίας Πλατωνίδος Πι-
ναρίδος, <ο>ὗ καινὴν κυρείαν ἔχε̣ι κατὰ τὸ γεγονὸς αὐτῷ συνχώρημα ὑπὸ Γαίου Λικιννίου Ἑρμακό<ττ?>ου Πιναρέ-
ος καὶ ἀναγεγραμμένον ἐπὶ ἀρχιερέως Πασικράτου Δαισίου ζʹ, εἰς ὃ μνημεῖον μόνοις ἐξεῖναι
ταφῆναι αὐτῷ Κλαυδίῳ Ἑρμᾷ καὶ τῇ γυναικὶ αὐτοῦ Συνέσει. ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται θάψαι τινὰ κα-
5 τ’ οὐδένα τρόπον. ὁ δὲ  θάψας ἢ ἐφευρών τι ᾧ δή ποτε τρόπῳ περὶ τὸν τάφον ἁμαρτωλὸς
    ἔστω θεοῖς καταχθονίοις καὶ ὀφειλέτω Πιναρέων τῷ δήμῳ
    𐆖̣ χεί<λ>ια, ἐξ ὧν τὸ τρίτον λήνψεται ὁ ἐλένξας.
Search Help
Contact Us