[ ] Lycia, W. — Pinara — 3rd c. BC
1  Τελεσίας Τιλόμα Διελιτῶν γένους
 τὸ ἡρῶιον [κ]ατεσκεύακεν αὑτῶι καὶ τῆι
 γυναικὶ καὶ τοῖς τέκνοις      καὶ ἐγγόνοις
 αὐτοῦ. ἄλλωι δὲ μηθενὶ     ἐξέστω
5  ἐπανοῖξαι τὸ ἡρῶιον μηδὲ προ[σ]τάξαι ἑτέρωι.
 ἐὰν δέ τις παρὰ ταῦτα ποιήσηι, ἁμαρτωλὸς
 ἔστω θεῶν πάντων καὶ Λητοῦς
 καὶ τῶν τέκνων  vacat  καὶ προσ-
αποτεισάτω τάλαντον ἀργυρίου
10      καὶ ἐξέστω τῶι βουλομένωι
    ἐγδικάζεσθαι περὶ τούτων.
Search Help
Contact Us