[ ]
Lycia, W. — Xanthos (Kınık) — 2nd/early 3rd c. AD
1 | Τ(ίτον) ∙ Ποππώνιον |
Ἁρποκρᾶν Ξάνθιον | |
καὶ Παταρέα, υἱὸν ἀνδρὸς | |
ἐπισήμου βουλευτοῦ, | |
5 | ἀγωνισάμενον ἀνδρῶν |
πάλην ἐν τῷ ἐπιτελεσθέ- | |
ντι ἀγῶνι θέμιδος ἐκ δια- | |
θήκης Τιβ(ερίου) ∙ Κλ(αυδίου) ∙ Καισιανοῦ | |
Ἀ̣γρίππα, νεικήσαντα καὶ | |
10 | [ἐ]κβιβάσαντα κλήρους η |
[ἄ]πτωτον, ἀγωνοθετοῦν- | |
τ̣ος τῆς θέμιδος διὰ | |
βίου τοῦ ἀξιολογωτά- | |
του φιλοπάτριδος Λυκι- | |
15 | άρχου Τιβ(ερίου) ∙ Κλ(αυδίου) ∙ Τηλεμάχου, |
Ξανθίων ἡ τοῦ Λυκίων | |
ἔθνους μητρόπολις, | |
καθὼς ὁ διαθέμενος | |
διεστείλατο. |