[ ] Lycia, W. — Kalabatia? — Roman period
1 τὸ μνημεῖον κατεσκεύασαν Ἐπαφρόδι-
τος Ποπλίου ἑαυτῷ καὶ γυναικὶ καὶ θρεπτοῖς
καὶ Γαλάτης Φιλοκάλου ἑαυτῷ καὶ γυναικὶ καὶ
τέκνοις· ἑτέρῳ δὲ μηδενὶ ἐξέστω ταφῆναι,
5 ἢ ἀποτίσι ὁ θάψας Σιδυμέων τῷ δήμῳ 𐆖 χʹ· ὁ δὲ
μηνύσας λήψεται τὸ τρίτον.
Search Help
Contact Us