[ ] Lycia, W. — Sidyma — Roman period
1              ἡ σωματοθήκη
Μάρκων Αὐρηλίων Πτολεμα̣ί̣ου τοῦ καὶ Ἀριστοτέλους
Σιδυμέος ἀρχιιάτρου ἀλιτούργου καὶ Δημητρίας Δημητρί-
ου Πιναρίδος καὶ Σιδυμίδος συνβίου καὶ ἐξαδέλφου τοῦ
5                    Πτολεμαίου, ἐν ᾗ αὐτοὶ ἐν-
                   ταφησόμεθα ∙ ἐὰν δὲ βου-
                   ληθῶσιν τὰ γλυκύ̣τ̣ατα ἡ-
                   μῶν τέκνα Δημήτριος καὶ
                   Ἱπποκράτης, ἐξουσίαν
10                    ἕξουσιν αὐτοὶ μόνοι τα-
                   φῆναι· ἑτέρῳ δὲ οὐδενὶ ἐ-
                   ξὸν ἔσται· ἐὰν δέ τις τολ-
                   μήσῃ, ἔνοχος ἔσται τυν-
                   βωρυχίᾳ καὶ ἀποτεισάτω
15                Σιδυμέων τῷ δήμῳ 𐆖 χείλια φʹ.
Search Help
Contact Us