[ ] Lycia, W. — Sidyma — Roman period
1 σωματοθήκη Μάρκων Αὐρηλίων Πτολεμαίου
τ̣οῦ καὶ Ἀριστοτέλους Σιδυμέος καὶ Δημητρίας
Δημητρίου Πιναρίδος καὶ Σιδυμίδος· εἰς ἣν κατέ-
          θεντο Μᾶρκον Αὐρήλιον
5           Δημήτριον τὸν καὶ Νει-
          κόλαον Ἱπποκράτους
          Πιναρέα καὶ Σιδυμέα υἱ-
          ὸν μὲν τῆς Δημητρίας
          ἐξάδελφον δὲ τοῦ
10           Πτολεμαίου ἱερατεύ-
          σαντα θεᾶς Ῥώμης Λυ-
          κίων τοῦ ἔθνους· ἑτέρῳ
          δὲ οὐκ ἐξὸν θάψαι τι-
νὰ ἐν αὐτῇ, ἢ ὀφειλέσει Σιδυμέων τῷ δήμῳ 𐆖 ͵αφʹ
15 καὶ ἔνοχος ἔ̣στω τοῖς περὶ τούτων ὡρισμένοις·
ἐν δὲ τῷ ὑποσορίῳ ταφήσονται δοῦλοί τε καὶ
          ἀπελεύθεροι ἡμῶν.
Search Help
Contact Us