[ ] Lycia, W. — Lissa — 277 BC
1 βασιλεύοντος Πτολεμαίου το[ῦ] Πτολ[εμ]α[ί]ου ἔτους
ὀγδόου μηνὸς Ἀρτεμισίου ἔδοξε Λισσατῶν τ[ῶι] δ̣[ή]μω[ι] κυρί-
ας ἐκκλησίας γενομένης· ἐπειδὴ Μενεκράτ[η]ς Θ[․․][․]δους
Λισσάτης ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ εἰς τὸν δῆμ̣ον τὸν Λισσατῶν,
5 στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀνδ[ραγα]θίας ἕνεκεν καὶ
εὐνοίας ἧς [ἔχ]ω[ν διατελεῖ] εἰς τὸν δῆ[μον τὸν Λισσ]ατῶν καὶ
εἶναι αὐτὸ[ν εὐεργ]έτ[ην] τοῦ [δήμου· ἀναγράψαι δ]ὲ τὸ ψήφισμα
<ε>ἰς σ[τήλη]ν [λιθίνην καὶ στῆσαι οὗ ἂν αὐτῶι δόξ]ηι. συντ[ε]-
<λ>ε̣[σάτω δ]ὲ τα[ῦτα ὁ ἐφεστηκὼς — — — — — — — — — — — — — — —]
Search Help
Contact Us