[ ] Lycia, W. — Lydai — Roman period
1 Ἀμεινίαν τὸν καὶ Ἀριστόβου-
λον Ἀριστοβούλου τοῦ Ἀμεινίου
τοῦ Ἀριστοβούλου Λυδάτην —— γε-
νόμενον ἰατρὸν τέλειον καὶ
5 φιλόλογον, γονέων καὶ προ-
γόνων ἐνδόξων, πᾶσαν ἀρ-
χὴν καὶ λειτουργίαν τῇ πόλει
φιλοτείμως τετελεκότων
καὶ πρεσβείας μέχρι Ῥώμη[ς δω]-
10 ρεὰν καὶ ὑπὲρ τοῦ ἔθνο[υς],
[ἐ]ξ ἰδίας δὲ καὶ ἔργα τῇ πόλ[ει]
πεποιημένων, τετειμημ̣[έ]-
νων ὑπὸ τῆς πόλεως καὶ εἰ-
κόσιν, ζήσαντα ἔτη μθʹ καὶ
15 μῆνας ἕξ —— Ἀριστόβουλος Ἀ-
μεινίου καὶ Κλεαργασις Θήρω-
νος οἱ γονεῖς αὐτοῦ καὶ ἀδελ-
φοὶ αὐτοῦ Ἀριστόβουλος καὶ Θήρω[ν].
Search Help
Contact Us