[ ] Lycia, W. — Telmessos — Roman period
1 Ἑλένη ἡ καὶ
Ἄφφιον Ἰάσο-
νος τοῦ Διο-
γένους Τελ-
5 μησσὶς τὸ μνη-
μεῖον κατεσκεύασεν
ἑαυτῇ καὶ οἷς αὐ-
τὴ ἐνέθαψεν Ἀπολ-
λωνίδῃ δ υἱῷ αὐτῆς
10 καὶ Ἑλένῃ τῇ καὶ Ἀφφί-
ῳ ἐγγόνῃ αὐτῆς· ἄλλῳ δὲ
μηδενὶ ἐξεῖναι ἐν τῷ
πυργίσκῳ τεθῆναι με-
τὰ τὸ ἐνταφῆναι αὐτήν·
15 ἐπεὶ ὁ θείς τινα ἀσε-
βὴς ἔστω θεοῖς κατα-
χθονίοις καὶ ἐκτὸς
ὀφειλέτω τῷ Τελ-
μησσέων δή-
20 μῳ       𐆖 ͵ε.
Search Help
Contact Us