[ ] Lycia — Kyaneai (Yavu) — 2nd c. BC
1                              ο․․․․․․․․
                    τε ἑκαστο ․․․․․․․․․․
                   ι ἀγομένους ․․․․․․․․․․․
[․․․․․․․․․․․․․․․․․ ἀργυρί]ου δραχμὰς ἑξακισχιλίας ․․․․ν․ λιθινη ․ καινο․
5 [․․․․․․․․ τύχηι ἀγαθῆ]ι δεδόχθαι ἐπαινέσαι Ἀντίχαριν Ἀμύντο[υ] Πινα(ρέα)
[καὶ στεφανῶσαι αὐτὸν κ]αὶ στῆσαι αὐτοῦ ἐν τῶι τοῦ Ἀπόλλωνος ἱερῶι εἰκόν[α]
[χαλκῆν· τελεῖν δὲ τὴ]ν τελετὴν συ[μ]πομπευόντων καὶ τῶν ἐφήβων κ[αὶ]
[θύοντος τοῦ γυμνασι]άρχου βοῦν ἐπὶ τοῦ βω[μ]οῦ τοῦ ἀνατεθ[η]σομένου, τ[οῦ]
[δὲ κήρυκος ἐν τοῖς παρ]οῦσιν καλοῦντος Ἀντίχαριν Ἀμ[ύ]ντ[ο]υ εἰς προεδρία[ν]
10 [ἐν τοῖς ἀγῶσι τοῖς ἀ]νδρῶν, ὁμοίως δὲ καὶ ἀκοντιστ[ῶν] καὶ τοξ[ο]τῶν καὶ [π]ε[λ]-
[ταστῶν. ὧν δὲ θυσιῶ]ν προγέγραπται, ἐπιμελὲς γ[ενέσ]θω τῶι κατ’ ἐνιαυτ[ὸν]
[ἱερεῖ θύεσθαι καὶ Ἑ]ρμῆ καὶ Ἡρακλῆ, καὶ [π]ρ[ο]σαποτινέτωσαν Ἀντιχάρ[ιδι]
[․․․․․․․ μηδένα δ]ὲ κατὰ τοῦδε τοῦ ψηφίσματος ἐπι[ψηφί]σασθαι μήτε [εἰ]-
[πεῖν, ἢ αὐτὸς πρακτὸ]ς ἔστω εἰς τοὺς προγεγραμμένους θεοὺς καὶ τ[ὰ ὑπάρ]-
15 [χοντα αὐτῶι· εἶναι δὲ τ]οῖς ἀγχιστεῦσιν [α]ὐτοῦ ἐπίτιμον καθάπερ ἐγ δί[κης].
[τὴν δὲ εἰκόνα αὐτοῦ ὁ ε]ἰσιὼν γυμνασίαρχος καὶ τα[μία]ς συντελείτωσα[ν ἐπι]-
[γράψαντες· Κυανειτ]ῶν οἱ νέοι Ἀντίχαριν [Ἀμ]ύντου [ἄν]δρα ἀγαθὸν γενό[με]-
[νον ἐτίμησαν πρ]οεδρίαι ἐν τοῖς ἀγῶσιν, χρυσῶι στεφάνωι, εἰκό[νι χαλ]-
[κῆι, ἀμειβόμενοι Ἀν]τιχάριδι Ἀμύντου τῶι ἑαυτῶν εὐεργέτηι ․α․ε․․․
20 [․․․․․․․․․․․․․․ τα]ῖς καταξίαις τιμ[αῖ]ς ․․․․․․․․ε․․․υ․․․․․
․․․․․․․․․․․․․․ τῆς ἐξέδρας τ[ῆ]ς ἐν τῶι γυμνασίωι ἐν στήληι
[λιθίνηι ․․․․․․․․]ασ․․․․γε․․․ς του․․․․․․․ ἐπηγγείλ[α]το.
Search Help
Contact Us