[ ] Saronic Gulf — Kalauria — late 3rd c. BC
1 θεοί. τύχαι ἀγαθᾶι. ἐπὶ τοῖσδε ἀνέθηκε Ἀγ̣ασίγρατις
[Τε]ι̣σία {ι} τῶι Ποσειδᾶνι ἀργυρίου δραχμὰς τριακοσίας ὑ-
πέρ τε α̣ὐσαυτᾶς καὶ τοῦ ἀνδρὸς Σωφάνεος καὶ τοῦ υἱ-
ο Σωσιφάνεος [κ]αὶ τᾶν θυγατέρων Νικαγόρας καὶ Ἀρισ-
5 το[κ]λείας· ὥστε θύειν τῶι Ποσ̣ειδᾶνι ἀπὸ τοῦ διαφόρου {ς}
ἱερεῖον τέλειον καὶ τῶι Διὶ τῶι Σωτῆρι ἱερεῖον τέλειον,
βω[μ]ὸν ἑσσαμένους παρὰ τὰν εἰκόνα τοῦ ἀνδρὸς αὐ-
τᾶς Σωφάνεος, καὶ τὸ λοιπὸν τοῦ διαφόρου καταχρῆσ-
θαι. θύειν δὲ διὰ τριῶν ἐτέων ἐν τῶι Ἀρτεμιτίωι
10 μη̣νὶ ἑβδόμαι ἱσταμένου. τοῦς δὲ ἐπιμελητὰς τ[οὺ]-
ς αἱρεθέντας τά τε λοιπὰ ἐπιμελεῖσθαι ὡς ὅτι χα-
ριέστατα καὶ κα κα ἁ θυσία ἦι, τάς τε εἰκόνας καθαρὰς
ποιεῖν τὰς ἐ̣πὶ τᾶς ἐξέδρας καὶ τὰν ἐν τῶι ναῶι τὰν -
γασ̣ιγράτιος καὶ στεφανοῦν ὡς ὅτι χαριέστατα. καὶ ἐπεὶ
15 κ̣α τὸν λόγον ἀποδῶντι τοῦ ἀναλώματος, ποτομόσαι εἶ
μὰν ὀρθῶς καὶ δικαίως ἐπιμεμελῆσθαι.
Search Help
Contact Us