[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — 2nd half 2nd c. BC — REG 107 (1994) 321-322 — LSM (1997) 499 Let 120 — SEG 44.1218
1 | ἐπὶ ἱερέως τοῦ Ἀπόλλωνος Πτολεμαίου, τῆς δὲ |
Ρώμης Δαιδάλου, πρὸ πόλεως δὲ Ἀρταπάτου, | |
Ἀντίγονος Ἀντιγόνου Ἰοβάτειος καὶ Σύμμα- | |
χος Λυκίσκου ἀστικὸς καὶ Λυκίσκος Εὐέλθον- | |
5 | τος καὶ Ἀμύντας Δημέου Σαρπηδόνιοι καὶ Εὔ- |
νομος Πυρρίχου Ἰοβάτειος, οἱ αἱρεθέντες ἄνδρες | |
ὑπὸ τοῦ δήμου συνγράψαι καὶ εἰσενεγκεῖν κα- | |
θότι ὑπάρξει ἰσοπολιτεί(α) Ξανθίοις καὶ Μυρεῦσι, | |
τάδε συνεγράψαμεν ἔχοντες τὴν κυριείαν | |
10 | μετὰ τῶν ἀπεσταλμένων παρὰ Μυρέων ἀν- |
δρῶν, Πλειστάρχου τοῦ Πλειστάρχου, Ἀργαίου | |
τοῦ Σατύρου, Δεξιφάνου τοῦ Τανδασιος, | |
ἐχόντων τὴν κυρείαν, ὑπάρχε̣ιν ἰσοπο- | |
λιτείαν Ξανθίοις καὶ Μυρεῦσι ἐπὶ τοῖσδε, | |
15 | ἐφ’ ὧι ὅσοι ἂν βούλωνται Ξανθίω̣ν ἐν Μύ- |
ροις προσγράφεσθαι πρὸς τὸ πολίτευμα | |
οἴσουσιν γράμματα παρὰ τῶν ἀρχόν- | |
των πρ(ὸ)ς τοὺς Μυρέων ἄρχοντας καὶ μεθέξου- | |
σιν πάντων καθότι καὶ οἱ ἄλλοι Μυρεῖς μετέ- | |
20 | χουσιν καὶ χρηματίσζουσιν ἐν ἧι ἂν φυλῆι ἢ |
δήμωι βούλωνται, καὶ οἱ πρυτάνεις προσγρα- | |
φέτωσαν αὐτοὺς εἰς φυλὴν καὶ δῆμον ἐπά- | |
ναγκες παραχρῆμα· κατὰ ταὐτὰ δὲ καὶ ὅσοι | |
ἂν Μυρέων βούλωνται προσγράφεσθαι πρὸ[ς] | |
25 | τὸ ἐν Ξάνθωι πολίτευμα οἴσουσιν γράμ- |
ματα παρὰ τῶν ἀρχόντων πρὸς τοὺς Ξαν- | |
θίων ἄρχοντας καὶ μεθέξουσιν πάντων κα- | |
θότι καὶ οἱ ἄλλοι Ξάνθιοι μετέχουσιν καὶ χρη- | |
ματιοῦσιν ἐν [ἧ]ι ἂν φυλῆι ἢ δήμωι βούλωνται, | |
30 | καὶ οἱ πρυτάνεις προσγραφέτωσαν αὐτοὺς |
εἰς φυλὴν καὶ δῆμον ἐπάνανκες παραχρῆμα. | |
ὅσοι δ’ ἂν μετὰ τήνδε τὴν σύνθεσιν Ξάν- | |
θιοι ὄντες προσγράφωντ̣αι πρὸς τὸ πολίτευ- | |
μα ἐν ἑκατέραι τῶν πόλεων, μὴ ἐξέστω | |
35 | αὐτοῖς λαβοῦσιν γράμματα προσγράφεσθαι, |
ἐὰν μὴ ὠικηκότες ὦσιν ἐν τῆι πόλει ἢ τοῖς | |
περ[ι]πολίοις, ὅθεν ἂν φέρωσιν τὰ γράμματα, | |
ἔτη τρία. ἐξέστω δὲ καὶ διορθώσασθαι τήν- | |
δε τὴν σύνθεσιν κατὰ τὸ κοινῆι συμφέρον | |
40 | (πρεσβευσαμένα)ις ταῖς πόλεσι πρὸς αὑτάς. |
(ἀναγραφῆναι δὲ τ)ήνδε τὴν σύνθεσιν εἰς | |
(στήλας λιθίνας δ)ύο καὶ ἀνατεθῆναι τὴμ | |
(μὲν μίαν ὑπὸ) Ξανθίων ἐν τῶι ἱερῶι τῆς Λητοῦς, | |
(τὴν δὲ ἄλλη)ν ὑπὸ Μυρέων ἐν τῶι ἱερῶι τῆς | |
45 | Ἀρτέμιδος. |