[ ] Pisid. — Sillyon Demos (Kesme, nr.) — BCH 10.1886.500,1
1 ὁ δῆμος ὁ Σιλλυέων ἐτείμησεν Κλέ-
ωνα δὶς, ἄνδρα ἀγαθὸν, ἐπαινεθέν-
τα ἀρχιτεκτοσύνης ἕνεκεν, ἐπιδε-
δωκότα τῷ δήμῳ (δην.) πεντακόσια εἰς
5 σειτωνείαν, τὸν δὲ ἀνδριάντα ἀνέστη-
σεν Μέμνων ὁ ἀδελφὸς κατὰ διαθήκην.
Search Help
Contact Us