[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Μ(ᾶρκος) Α̣ὐ(ρήλιος) Πολέμων εʹ, κῆρυξ, γρ(αμματεὺς) βουλῆς̣ καὶ χρε(ωφυλάκων), τὴν σωματο-
         θήκην ἑαυτῶ καὶ τῆ γυναικὶ αὐτοῦ Φύβη καὶ τῶ γενομέ-
                            νω αὐτοῦ υἱῶ
                            προμοίρω Πολέ-
5                             μωνι ϛʹ καὶ θυ(γατρὶ) Αρτεμ̣ει·
                            οὐδενὶ δὲ ἐξέσται
                            μετὰ τοῦτο ἐπιθά-
                            ψαι τινὰ ἢ ἀνῦξαι
                            τρόπω οὐδενί, ἐπεὶ
10          ἐκτείσει ὁ πειράσας τῆ ἱερᾶ βουλῆ (δην.) ͵α, παντὸς ἔχοντος ἐξουσίαν προσαν-
                         γέλλειν ἐπὶ τῶ ἡμίσει μέρει.
Search Help
Contact Us