[ ]
Argeia — Argos — 114 BC
1 | ἐπειδὴ Ζήνων Ἑκατοδώρο[υ Ἀργεῖος ἐν παντὶ καιρῶι διατελεῖ εὐσεβῶς μὲν δια]- |
κείμενος τὰ πρὸς τοὺς θεούς, εὐ̣νοϊ[κῶς δὲ πρὸς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν] | |
τῶν ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργ[ει συνόδου, καὶ ἐν πᾶσι πολλὰς καὶ μεγάλας ἀποδεί]- | |
ξεις πεποιημένος τῆς ἑαυτοῦ καλοκἀγαθίας τὰς [ἐπιμελείας τὰς κατὰ τὰς μεγίστας τῆς] | |
5 | συνόδου ἀρχὰς πάσας πεποίηται καλῶς καὶ συνφερόντω[ς τοῖς κοινοῖς τῆς συνόδου πρά]- |
γμασιν, ἐν πᾶσιν ἀναστρεφόμενος ἀξίως τῆς ἐκ παιδὸς αὐτῶι ἀ[ποδειχθείσης πίστεως, κατα]- | |
σταθεὶς δὲ καὶ ταμίας ὑπὸ τῆς συνόδου εἰς τὸ δεύτερον καὶ τριακ̣[οστὸν ἔτος καὶ ἀπέφηνε] | |
πολλὰ τῶν τῆς συνόδου διαφόρων ἀποστατοῦντα τῶν κεφαλαίων [καὶ πάντας τοὺς τούτων τι] | |
ἐφηλκωμένους ἐξ ἐτῶν καὶ πλειόνων ἐνεφάνισέν τε τῶι πλή[θει τῶν τεχνιτῶν καὶ πα]- | |
10 | ρακληθεὶς ὑπὸ τῶν τεχνιτῶν ἐποιήσατο τὴν ἐπιμέλειαν τῆς ἀν[απράξεως, ἐν ἅπασιν ἀνα]- |
στρεφόμενος καλῶς καὶ συνφερόντως τοῖς κοινοῖς τῆς συνόδου π̣[ράγμασι, καὶ ἐκ τῶν ἀνα]- | |
πραχθέντων ὑπ’ αὐτοῦ διαφόρων ἐπετέλεσεν κατὰ μῆνα τοῖς τε[χνίταις ἐν ταῖς ἡμέραις] | |
τῆς συνόδου τὰς κατὰ τοὺς νόμους θυσίας, διελέγη δὲ μετὰ προ[θυμίας ὅπως κατασκευ]- | |
ωθῇ ἄγαλμα Διονύσου τῆι συνόδοι {²⁶συνόδωι}²⁶ ἀκρ[ό]λιθον, χρυσόειμον, ἐξαπε[ιπούσης δὲ τῆς οὐσίας] | |
15 | τῆς συνόδου ἔδωκεν τὰ διάφορα ἐκ τῶν ἀναπ[ραχθέν]των ὑπ’ αὐτοῦ, δ[ιελέγη δὲ μετὰ σπουδῆς] |
καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι π[ρὸ]ς ․․․․․․․σ[ι]ν ἐν τῶι τεμένει̣ [— — — — — — — — — — —], | |
καὶ παρακληθεὶς ὑπὸ τῶν τεχνιτῶν π[οιήσασθαι] ἐπιμέλειαν το[ύτων πάντων, ἐποι]- | |
[ή]σατο τὰς ἐγδόσεις τ[ῶν] ἔργων πάσας [τὰς εἰς τὰ ἱ]ερὰ μετὰ πάσας [σπουδῆς, αἴτιος πολλῶν] | |
[ἀγα]θῶν ἐπὶ τὴν σύν[οδον γενόμενος — — — — — — — — —]α․․․․ν, ἐπὶ [δὲ τούτοις διελέγη, ὅπως] | |
20 | [ἐπι]σκευωθῶσι τῆι συν[όδοι — — — — — — — — — — —] καὶ τρίπ[οδες] Βακ[χεῖοι, ἐποιήσατο δὲ τὰς] |
[ἐγδό]σεις λυσιτελῶς, ἐν πᾶσι τούτοις ἀνα[στρεφόμε]νος ἀξί[ως τῆς] ἐν το[ῖς μεγίστοις καιροῖς οἰ]- | |
[κεί]ας αὐτοῦ καλοκἀγαθίας, ἀνεγ[κλήτως αἴτιος ὢ]ν καὶ τῶν[δ]ε φ[ανερῶ]ν τ[ε εὐεργετημάτων ὑπὲρ] | |
[τῆς σ]υνόδου καὶ παρασεσιωπημ[έ]ν[ων πολλῶν, ἃ ἐπετέλε]σε [καλῶς] ὑπὲ[ρ τῆς συνόδου, ἐποιήσατο] | |
[δὲ τ]ὴν ἐπιμέλειαν καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι βάθρον [τῆι] εἰκόνι ἡ̣[μῶν τοῦ εὐεργέτου] | |
25 | βασιλέως Νικομήδους καὶ τῆς ἀναθέσεως τῆς εἰκόνος, ἄ̣λ[λ]η̣ς δὲ καὶ τι[μιωτέρας ἐντὸς τοῦ τεμέ]- |
νους, διελέγη δὲ καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι τόπον τῶι θεῶι καὶ ὑ<πε>ρθυρω[θῆναι τὴν εἴσοδον καὶ] | |
ὑπὲρ τοῦ ὀρ<ο>φωθῆναι τὸν τόπον, ἐν ὧι ἔσται θ[υσία τῶι θ]ε[ῶι] ἐ[κ τ]ῶ[ν ἀ]ναπ[ρ]α[χθέντων ὑπ’ αὐτοῦ] | |
διαφόρων· ὅπως οὖν καὶ οἱ τεχνῖται φαίνωνται [χάρι]σ[ιν ἀπον]έ[μο]ν[τες] ἀξίαις τ[οῖς εὐεργέταις ἔπαινον] | |
καὶ τιμὰς καὶ πολλοὺς ἔχωσιν τῶν ὁμοίων ζηλωτάς· [τύχηι τ]ῆι ἀγαθῆι· δεδόχθαι τοῖς [περὶ τὸν Διόνυσον τε]- | |
30 | χνίταις τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργει συνόδου ἐπαι[νέ]σαι Ζήνωνα Ἑκα[τοδώρου Ἀργεῖον ἐπὶ τῆι] |
εὐνοίαι τε καὶ φιλαγαθίαι περὶ τὰ κοινὰ τῆς συνόδου πράγματα {ι} καὶ [στεφα]νῶσαι αὐτ[ὸν χρυσῶι στεφάνωι], | |
ὧι πάτριον ἡμῖν ἐστιν, ἐν τῆι τοῦ θεοῦ ἡμέραι, στῆσαι δὲ αὐτοῦ καὶ [εἰκ]όνα χαλκῆ[ν ἔχουσαν τήνδε τὴν ἐπι]- | |
γραφὴν "τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν τῶν ἐ[ξ] Ἰσθμοῦ καὶ Νεμέ[ας τῆς ἐν Ἄργει συνόδου Ζήνωνα] | |
Ἑκατοδώρου Ἀργεῖον ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς [τὴν σύνο]δον". [τὸ δὲ γινόμενον ἀνάλωμα εἰς τὴν εἰκό]- | |
35 | να δ̣ότω τῶι κατασταθέντι τῆς εἰκόνος ἐπιστάτηι Ξένων ὁ [ταμίας, τὴν] δὲ [ἐπιμέλειαν εἰς τὴν παρασκευὴν τοῦ στε]- |
φάνου ποιησάσθω ὁ γραμματεὺς Ἀριστοκλῆς, καὶ οἱ ἄρχοντες [οἵ τε νῦν] κ[αὶ οἱ ἀεὶ κατασταθέντες καὶ ὁ ἀεὶ] | |
γραμματεὺς ποιείσθωσαν τὴν ἐπιμέλειαν ἐν τῇ τοῦ θεοῦ ἡ[μέραι ὅπως ἀναγορεύηται τὸ ψήφισμα τόδε, ποιείσθω] | |
δὲ τὴν ἐπιμέλειαν ὁ κατασταθεὶς γραμματεὺς ε[— — — — — — — — — — — — — — — —, ὅπως ἐν τοῖς πρώτοις Νε]- | |
μείοις ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι ἀνακηρυχθῇ τὸ κήρυγμ[α τόδε "τὸ] [κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν] | |
40 | τῶν ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργει συνόδου στε[φανοῖ χρυσῶι στεφάνωι Ζήνωνα Ἑκατοδώρου Ἀργεῖον ἀρε]- |
τῆς ἕνεκεν καὶ εὐεργεσίας, ἧς ἔχων διατελεῖ ε[ἰς τὴν σύνοδον καὶ ἔστησεν αὐτοῦ εἰκόνα χαλκῆν ἐν τῶι τε]- | |
μένει, τύχῃ τῆι ἀγαθεῖ". ἀναγραψάτω δὲ καὶ ὁ καταστ[αθεὶς τῆς εἰκόνος ἐπιστάτης τὸ τῆς συνόδου ψήφισμα τόδε] | |
εἰς τὸ βάθρον τῆς εἰκόνος. | |
vacat |