[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρήλιος Ἑρ(μαῖος) Μειδίου τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ γυ(ναικὶ) αὐτοῦ Αὐ(ρηλία) Ἀγοράστη
                          καί τῆ πενθερᾶ
                          αὐτοῦ Αὐ(ρηλία) Αρμαστα·
                          μηδενὶ δὲ ἐξέσται
5                           ἑτέρω ἐ̣πισβαλεῖν
                          τινα, ἐπεὶ ἐκτείσει
                          Διὶ Σολυμεῖ (δην.) φʹ,
                          παντὸς ἔχοντος
                          ἐξουσίαν ἐκδι-
10                           κεῖν ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us