[ ] Bith. — Nikomedeia (Izmit)
1 Αἰμίλιος Τρύφων ἔθηκα τὴν πύελον ἑαυτῷ καὶ
τῇ συνβίῳ μου τῇ γλυκυτάτῃ Ἀσιννίᾳ Χαρίτῃ καὶ
τῷ υἱῷ μου Αἰμιλίῳ Τρύφωνι καὶ τῇ θρεπτῇ μου Ἀσκληπιοδότῃ σὺν τῷ περιωρισμένῳ
τόπῳ ἀπὸ μὲν ἀνατολῆς ἕως δύσεως πήχις ιϛʹ,
5 ἀπὸ δὲ ἄρκτου εἰς μεσηνβρίαν πήχις ιγʹ, ὃ γείνετε
στερεοὶ πήχις σηʹ· καὶ βούλομε μετὰ τὸ τοὺς προγε-
γραμμένους κατατεθῆνε μηδενὶ ἐξὸν [εἶ]ναι τὴν πύελον
ἀν[ο]ῖξαι· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, [ἀποδ]ώσει τῇ πόλι
προστείμου (δην.) ͵βφʹ καὶ τοῖς κ[ατ]οικ[ο]ῦσι τὸν τόπον (δην.) ͵α.
10                        χαίρετε.
Search Help
Contact Us