[ ] Bith. — Prusa ad Olympum (Bursa) — 2nd c. AD
1 [— — — —] αὐχήσας Ἄρεως στα-
[δίοι]σ̣ιν Ἀχιλλεὺς καὶ πολ-
λοὺς δαμάσας χείρεσι ταῖς φ[ο]-
νίαις, ἐνθάδε νῦν κεῖμαι τε-
5 λέσας πικρὰ δόγματα Μυρῶν·
σῆμα δέ μοι τεῦξεν καὶ τύ[μ]-
βον ἔθηκε θανόντι Ἄμμιον
ἡ γαμετὴ μνήμης τὸ παρή-
γορον εἶδος.
Search Help
Contact Us