[ ] Att. — stoich. 23 — 306/5 vel p.
[— — — — — — — — — — τῆς πρυτ]-
1 ανε[ίας· ἐκκλησία κατὰ ψήφισ]-
μα δήμου· τῶν πρ[οέδρων ἐπεψή]-
φιζεν Ἀντιμένη[ς Κηφισιεὺς]
καὶ συμπρόεδροι· ἔ[δοξεν τῶι]
5 δήμωι· vv Φιλέας Φι[λ]ον[αύτ]ο[υ]
Παλληνεὺς εἶπεν· ἐ[π]ειδὴ Εὐξ-
ενίδης διατελεῖ [ε]ὔνους ὢν τ-
ῶι δήμωι τῶι Ἀθην[α]ίων καὶ τά-
ς τε εἰσφορὰς ἁπ[άσ]ας ὅσας ἐψ-
10 ήφισται ὁ δῆμος ε[ἰ]σενεγκεῖ-
ν τοὺς μετοίκους ε[ὐ]τάκτως [ε]-
ἰσενήνοχεν καὶ ἐν τῶι πολέ[μ]-
ωι τῶι πρότερον ἐθελοντὴς [ν]-
αύτας δώδεκα ἐνεβίβασεν κα-
15 ὶ νῦν εἰς τοὺς καταπάλτας ν[ε]-
[υ]ρὰς ἐπέδωκεν καὶ ὅσα ἐπετά-
χθη αὐτῶι ὑπὸ τῶν στρατηγῶν
καὶ τῶν ταξιάρχων ἅπαντα πρ-
οθύμως ὑπηρέτηκεν καὶ τὰ ἄ[λ]-
20 λα διατελεῖ φιλοτιμούμεν[ο]-
σ εἰς τὴν βουλὴν καὶ τὸν δῆμο-
ν τὸν Ἀθηναίων· δεδόχθαι τῶι
δήμωι, ἐπαινέσαι Εὐξενίδην
Εὐπόλιδος Φασηλίτην καὶ στ-
25 εφανῶσαι θαλλοῦ στεφάνωι ε-
[ὐ]νοίας ἕνεκα καὶ φιλοτιμία-
[ς] τῆς εἰς τὸν δῆμον καὶ εἶναι
[αὐτὸ]ν ἰσοτελῆ καὶ αὐτὸν καὶ
[ἐκγόνους καὶ ο]ἰκίας αὐτοῖς
30 [εἶναι ἔγκτησιν Ἀθήν]ησιν ὅπ-
— — — — — — — — — — — — — — —
Search Help
Contact Us