SEG 17:532
[ ] Lyd. — Trocetta — 123/4 AD — AAWW 93 (1956) 220, 2
1 θεοῖς πατρίοις καὶ
Αὐτοκράτορι Καίσαρι
θεοῦ Τραϊανοῦ Παρθικοῦ
υἱῷ, θεοῦ Νέρουα υἱωνῷ,
5 Τραϊανῷ Ἁδριανῷ Σεβαστῷ,
ἀρχιερεῖ μεγίσ[τ]ῳ, δημαρχι-
κῆς ἐξουσίας τὸ ηʹ, ὑπάτῳ τὸ γʹ,
πατρὶ πατρίδος, Καισαρεῖς
Τμωλλεῖται Τροκεττηνοὶ
10 καθιέρωσαν, ἐπὶ ἀνθυπά-
του Πονπηΐου Φάλκωνος.
Search Help
Contact Us