[ ] Pamph., E. — Syedra (Seki/Asar Tepe) — 3rd quarter 1st c. BC? — SEG 41.1411
1 Πάμφυλοι Συεδρῆες ἐπίξυν[ον πάτριόν(?) τ]ε {²vac.}²
ναίοντες χθόνα παμμιγέων Ε—c.6—ΑΤΑ φωτῶν,
Ἄρηος δείκηλον ἐναιμέος ἀνδροφόνοιο
στήσαντες μεσάτῳ πόλιος [κ]ά̣[ρ]ᾳ̣ ἔ̣ρ̣δετε θύσθλ̣α̣,
5 δεσμοῖς Ἑρμείαο σιδηρείοις μιν ἔχοντες·
ἐγ δ’ ἑτέροιο Δίκη σφε θεμιστεύουσα δικ̣άζ[οι].
αὐτὰρ ὁ λισσομένῳ ἴκελος πέλοι· ὧδε γ[ὰρ ὑ]μεῖν
ἔσσεται εἰρηναῖος, ἀνάρσιον ὄχλον ἐ̣[λά]σσας
τῆλε πάτρης, ὄρσει δὲ πολύλλιτον εὐοχθείαν.
10 σὺν δὲ καὶ ὑμέες ἅπτεσθαι κρατεροῖο [π]όν[οι]ο̣,
ἢ σεύοντες ἢ ἐν δεσμοῖς ἀλύτοις πε̣[δ]όω[ντες],
μηδ’ ὄκνῳ δόμεναι ληιστήρων τ̣ί̣σ̣[ι]ν αἰν[ήν].
οὕτω γὰρ μάλα πᾶσαν ὑπεγδύσε̣[σθε κ]όλο[υσιν].
Search Help
Contact Us