[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Ἀσκλᾶ Ἀπολλωνίου τοῦ Παπίου Ἀττια-
κοῦ, ἐν ᾗ κηδευθήσεται αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ Εὐτυχία καὶ τέκνα
αὐτῶν· οὐδενὶ δ’ ἐξέσται ἑτέρῳ κηδεῦσαί τινα· εἰ δὲ μή, ὁ κηδεύσας
ἀποτείσει τῷ κυριακῷ φίσκῳ (δην.) ͵βφʹ καὶ τῇ Ἱεραπολιτῶν βουλῇ (δην.) ͵βφʹ
5 καὶ τῷ ἐκδικήσαντι (δην.) ͵βφʹ. τούτου ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us