[ ] Phryg. — Hierapolis (Pamukkale) — 238-165 BC
1 γνώμη στρατηγῶν Ἀπολλωνίου τοῦ Μάτρωνος, Ἀπολλω{ι}νίο[υ] {²⁶Ἀπολλωνίου}²⁶
[τ]οῦ Ἑρμογένου, Ἀπολλωνίδου τοῦ Φαλαγγίτου· ἐπεὶ βασίλισσα
[Ἀπ]ολλωνὶς Εὐσεβής, γυνὴ μὲν θεοῦ βασιλέως Ἀττάλου, μήτηρ̣
δὲ βασιλέως Εὐμένου Σωτῆρος, μεθέστηκεν εἰς θεοὺς ἔνδο[ξον]
5 [κ]αὶ πρέπουσαν ἐν ἀνθρώποις ἀπόδειξιν τῆς ἰδίας ἀρετ[ῆ]ς π̣[ε]-
[π]οιημένη διὰ τὸ κεχρῆ[σθ]αι καὶ [θε]οῖς εὐσεβῶς καὶ γονεῦσιν ὁσίω[ς]
[ὡ]ς καὶ πρὸς τὸν ἴδιον ἄνδρα{ν} συνβεβιωκέναι μεγαλοπρεπῶς, προσ-
ενενηνέχθαι δὲ καὶ τοῖς τέκνοις μετὰ πάσης ὁμονοίας, γνησίως
[κ]αλλιτεκνήσασά τε μεγ[ά]λους ἐπαίνους πρὸς εὐδοξίαν ὑπελ[ί]-
10 [π]ετο τὰς παρὰ τῶν τέκνων ἐπιφανεῖς {ἐ}κομισαμένη χάριτ[ας]·
διὸ καὶ πᾶσι[ν] ἐν τῶι βίωι κεχρημένη [τ]ο[ῖ]ς [πρὸς τ]ε[ιμ]ὴν καὶ δόξα[ν]
ἀ̣νήκουσιν καλὴν καὶ πρέπουσαν πεποίηται τὴν διαγω[γὴν]
τοῦ βίου, θρέψασα τέκνα σὺν τύχῃ καὶ συμπεριενεχθεῖσα γνησ[ί]-
ως βασιλεῖ τε Εὐμένει Σωτῆρι [κ]αὶ Ἀττάλωι Φιλαδέλφωι καὶ Φιλ[ε]-
15 ταίρωι κα[ὶ] Ἀθηναίωι, καὶ τῆ(ς) πρὸς θεοὺς εὐσεβείας ἔ[ργ]ωι καλλί[σ]-
[τω]ι οὐ μεικρὸν δοκιμεῖον ἀπέλιπεν, καὶ τῆς ἰδίας καλοκἀγα-
[θίας] τῆι πρὸς {α(?)} τὰ τέκνα συνπερ[ιφ]ορᾶι καὶ ὁμονοίαι κάλλιστον
[τεκμήριον] π[ρ]ὸς ἔπαινον ὑπελίπετο, τῆι δὲ τοῦ βασιλέως Εὐμένου
[Σωτῆρος γυναικὶ] β̣ασιλίσσηι Στρατονίκηι ἐν ἅπασιν μ[ετ’] εὐνοίας
20 [ἀεὶ προσεφέρετο, αὐτ(?)]ὴν γενομένην κοινωνὸν τέκνο[υ] τῆς ἰδί-
[ας φιλοστοργίας κοιν(?)]ωνὸν νομίσασα· διὸ καὶ στοιχοῦσα να-
[— — — ἀποφθιμέ(?)]νη τιμῆς ἀθανάτου τέτευχεν ἐ[ν]
[πᾶσιν ἀνθρώποις ἁγνὴ γενομ(?)]ένη πᾶσίν τε τοῖς Ἕλλησιν
[καὶ πρὸ πάντων βασιλεῖ τε] Ε[ὐ]μένει Σωτῆρι καὶ τοῖς
25 [ἄλλοις τέκνοις(?) — — —]#⁷Λ․ΤΙΑΟΙΜΕΝ
[— — —]ΤΟΙΣ ΠΡ#⁷
[— — —]ΕΙΣ
Search Help
Contact Us