[ ]
Phryg., S. — Acıpayam Plain: Dodurga — 193 BC — BCH 9.1885.324-330 — Rob., Hell. 7.1949.8-17 — OGIS 224; Welles 36/37
1 | [Ἀναξίμ]βροτος Διονυτᾶι χαίρειν· τοῦ γρα- |
[φέντ]ος παρὰ τοῦ βασιλέως προστάγματος | |
[περ]ὶ τοῦ ἀποδεδεῖχθαι τῆς βασιλίσσης | |
[ἀ]ρχιέρειαν τῶν ἐν τῆι σατραπείαι Βερενίκην | |
5 | τὴν Πτολεμαίου τοῦ Λυσιμάχου θυγατέρα |
κατακεχώρισται τὸ ἀντίγραφον· ἐπακολουθῶν | |
οὖν τοῖς ἐπεσταλμένοις συντέλει καθ’ ἃ | |
οἴεται δεῖν, ἵνα δὲ καὶ τὰ ἀντίγραφα ἀναγρα- | |
φέντα εἰς στήλην λιθίνην ἀνατεθῆι ἐν τῶι | |
10 | ἐπιφανεστάτωι τόπωι προνοήθητι. |
ἔρρωσο. [θ]ι̣ρʹ, Ἀρτεμισίου ιθʹ. | |
βασιλεὺς Ἀντίοχος Ἀναξιμβρότωι χαίρειν· | |
βουλόμενοι τῆς ἀδελφῆς βασιλίσσης Λαοδίκης | |
[τὰ]ς τιμὰς ἐπὶ πλεῖον αὔξειν καὶ τοῦτο ἀναγ- | |
15 | [καιό]τατον ἑαυτοῖς νομίζοντες εἶναι διὰ τὸ |
[οὐ] μόνον ἡμῖν φιλοστόργως καὶ κηδεμονι- | |
[κῶς] αὐτὴν συμβιοῦν, ἀλλὰ καὶ πρὸς τὸ θεῖ- | |
[ον ε]ὐσεβῶς δια[κ]εῖσθαι, καὶ τὰ ἄλλα μὲν | |
[ὅσα πρ]έπει καὶ δίκαιόν ἐστι παρ’ ἡμῶν αὐτῆι | |
20 | [συνα]ντᾶσθαι διατελοῦμεν μετὰ φιλοσ- |
[τ]ο[ρ]γίας ποιοῦντε[ς, κρ]ίνομεν δὲ καθάπερ | |
[ἡμ]ῶ̣ν [ἀπο]δείκ[ν]υν[ται] κατὰ τὴν βασιλεί- | |
[αν ἀρχ]ιερεῖς, καὶ ταύτης καθίστασθαι | |
[ἐν τ]οῖς αὐτοῖς τόποις ἀρχιερείας αἳ φο- | |
25 | [ρ]ήσουσιν στεφάνους χρυσοῦς ἔχοντας |
[εἰκόνας αὐ]τῆς, ἐπιγραφήσονται δὲ καὶ ἐν | |
[τοῖς] συναλλάγμασι μετὰ τοὺς τῶν | |
[προγόν]ων καὶ ἡμῶν ἀρχιερεῖς· ἐπεὶ οὖν | |
ἀποδέδεικται ἐν τοῖς ὑπὸ σὲ τόποις | |
30 | [Βερ]ενίκη ἡ Πτολεμαίου τοῦ Λυσιμάχου |
τ̣ο̣ῦ̣ [σύν(?)]οντος ἡμῖν κατὰ συγγένειαν θυγάτηρ, | |
συντελείσθω πάντ[α] τοῖς προγεγραμμέ- | |
νοις ἀκολούθως, καὶ τὰ ἀντίγραφα τῶν | |
ἐπιστολῶν ἀναγραφέντα εἰς στήλας | |
35 | ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις |
τόποις, ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν | |
πᾶσιν φανερὰ γίνηται ἡ ἡμετέρα καὶ ἐν τού- | |
[τοις] π[ρ]ὸς τὴν ἀδελφὴν π[ρ]οαίρεσις. |