[ ]
Aeol. — Kyme (Namurt Limani) — end 2nd-beg. 1st c. BC — IK Kyme p. 251 — AA (1979) 58-67 — SGO 1 (1998) 05/03/06
1 | αἰάζω Φιλόμουσον ἀεικλαύτῳ παρὰ τύμβῳ |
δύ̣[σμ]ορον, εἱμερτᾶς ἄνθος ἐφαβοσύνας, | |
οὐ τελέσανθ’ ἐτέων δισσῶν κύκλον, ἀλλὰ πρὶν ὥρας | |
Ἑρμείᾳ χθονίῳ θηκάμενο<ν> φαρέτραν. | |
5 | μυρία δ’ ἐγ νίκας κούφοις ποσὶν ἄνυσ’ ἄεθλα |
εἰς Ἀίδαν στέψας οὐ δόμον, ἀλλὰ τάφον. | |
ἀλλὰ τὸν εὐσεβέων ναίων εὐφεγγέα χῶρον, | |
χαίροις οὐ χαρτὸν δῶμα λιπὼν τοκέων. |