[ ] Lyd., N.W. — Thyateira (Akhisar)
1 Μητρόδωρος Στρατο-
νείκης κατεσκεύασεν
τὸ μνημεῖον ἐν τῷ πολυ-
ανδρίῳ ζῶν αὑτῷ καὶ
5 Νοτίδι καὶ Μητροδώρῳ
τῷ τέκνῳ τῷ κατοιχο-
μένῳ. εἰ δέ τις τοῦτο τὸ
μνημεῖον ἢ πωλήσῃ
ἢ ἀγοράσῃ ἢ ἐκόψῃ {²⁶ἐκκόψῃ}²⁶
10 τι τῶν ἐπιγεγραμέ-
νων ἢ τῶν ἔσω τε-
θέντων ἔξω τις
βάλῃ, δώσει τὴν(!)
πόλιν (δην.) ͵βφʹ.
15               ❦
Search Help
Contact Us