[ ] Lyd., N.W. — Thyateira (Akhisar) — 222-235 AD — IGRR 4.1230
1        ἡ πατρὶς
Μ. Αὐρ. Διάδοχον ἱππικόν, τὸν
ἀρχιερέα τῆς Ἀσίας ναῶν τῶν
ἐν Περγάμωι καὶ ἀρχιερέα κατὰ
5 τὸν αὐτὸν καιρὸν τῆς πατρί-
δος καὶ διὰ βίου βούλαρχον, τι-
μηθέντα ὑπὸ τοῦ θειοτάτου
Αὐτοκράτορος Μ. Αὐρ. Σεουήρου
Ἀλεξάνδρου Σεβαστοῦ συνά-
10 ψαι τὰς ἀρχιερεωσύνας τοῖς
ὀξέσιν ἐν ἑκατέραις ταῖς πό-
λεσιν, φιλοτιμησάμενον
ἐνδόξως καὶ μεγαλοφρόνως,
ἄνδρα ἐπὶ ἤθεσι καὶ ἐπιεικείαι
15 καὶ τῆι πρὸς τὴν πατρίδα
εὐνοίαι διαπρέποντα.
Search Help
Contact Us