[ ] Att. — stoich. 19 — c. 335/0-330/29
1 [․․․7․․․ ἐ]κκλ[ησ]ία· τῶ[ν π]-
[ροέδρων ἐ]πεψή[φι]ζεν Δ․-
[․․․8․․․․ Π]αια[ν]ιεύς· ἔδ-
[οξεν τῶι δήμ]ωι· Δημάδης
5 [Δημέου Παια]νιεὺς εἶπε-
[ν· ἐπαινέσαι] Ἀμύντορα, [ἐ]-
[πειδὴ εὔνοι]αν ἐνδείκ[ν]-
[υται περὶ Ἀθ]ηναίους, εἶ-
[ναι δ’ Ἀμύντορ]α Δ[ημ]ητρίο-
10 [υ Ἀθηναῖον α]ὐτὸν καὶ ἐκ-
[γόνους αὐτο]ῦ καὶ εἶναι
[αὐτῶι γράψα]σθαι φυλῆς
[καὶ δήμου κα]ὶ φρατρίας
[ἧς ἂν βούλητ]αι, ὧν οἱ νόμ-
15 [οι λέγουσιν]· τὸν δὲ γ[ραμ]-
[ματέα — — — — — — — — — —]
Search Help