Letter of Octavian to Mylasa in answer to representations of presbeutai; 31 BC; found at Mylasa: LW 441; Froehner, ILouvre no. 72; Syll2 350 (non vidi); Syll3 768; Abbott & Johnson no. 30; Ehrenberg & Jones2 no. 303; Malcovati, Imp. Caes. Aug. Operum Fragm.5 39-40, no. 65; Sherk 60; SEG 34, 1071; *IMylasa 602 (PH).  
[ ] IMyl 602
1 Αὐτοκράτωρ Καῖσαρ θεοῦ Ἰουλίου
υἱός, ὕπατός τε τὸ τρίτον καθεσ-
ταμένος, Μυλασέων ἄρχουσι βου-
λῆι δήιμωι χαίρειν· εἰ ἔρρωσθε κα̣-
5 λῶς ἂν ἔχοι· καὶ αὐτὸς δὲ μετὰ τ[οῦ]
στρατεύματος ὑγίαινον· κα[ὶ πρό]-
τερον μὲν ἤδη περὶ τῆς κατ[ασχού]-
σης ὑμᾶς τύχης, προσεπε[—]
μοι· καὶ νῦν παραγενομένω[ν τῶν]
10 πρεσβευτῶν [—] Οὐλιάδ[ου —]
[—]ς τ̣ῶν πολεμί̣ων πτ̣αῖσαι καὶ κρατ̣η̣[θεί]-
σης τῆς πόλεως, πολλοὺς μὲν αἰχμαλώτο[υς]
ἀποβαλῖν, πολίτας οὐκ ὀλίγους μὲν φονευθέν-
τας, τινὰς δὲ καὶ συνκαταφλεγέτας τῇ πόλε[ι,]
15 τῆς τῶν πολεμίων ὠμότητος οὐδὲ τῶν
ναῶν οὐδὲ τῶν ἱερῶν τῶν ἁγιωτάτων ἀ-
ποσχομέ[ν]ης· ὑπέδιξαν δέ μοι καὶ περὶ
τῆς χώρας̣ τῆς λελεηλατημένης καὶ τῶν
ἐπαύλεων τῶν ἐμπεπρησμένων ὥστε ἐμ
20 πᾶσιν ὑμᾶς ἠτυχηκέναι· ἐφ’ οἷς πᾶσιν συνε-
[—]Α [τ]αῦτα πάσης τειμῆς καὶ χάρι-
[τος ἀξίους ἄνδρας γενομέν]ους ὑμᾶς ΠΡ̣[—]
Search Help
Contact Us