Honorary decree of phyle of Otorkondeis for Limnaios Ouliadou, on marble block; IIe; found at Mylasa: LW 408; Froehner, ILouvre no. 98; Michel 473; BE 1939:367; *IMylasa 110 (PH).  
[ ] IMyl 110
1 [ἐπὶ στεφανηφόρ]ου Ἀντιπάτρου τοῦ Ἀπολλωνίου, μηνὸς Ξανδικοῦ ὀγδόῃ ἐπὶ δέκα, ταῖς
[ἀρχαιρεσίαις· ἔ]δοξεν τῇ Ὀτωρκονδέων φυλῇ· γνώμην ἀποφηναμένου Ἀπελλείους τοῦ
[— τ]οῦ Βωλίχου Ταρκονδαρέως· ἐπειδὴ Λιμναῖος Οὐλιάδου κατὰ δὲ υἱοθε-
[σίαν Μενάνδρ]ου καὶ Δράκοντος Ταρκονδαρεὺς ἀπὸ τῆς ἀρχῆς ζηλωτὴς ὢν τῶν ἀ-
5 [ρίστων, καὶ ἀκό]λουθα βουλόμενος πράσσειν τῇ τῶν προγόνων καλοκἀγαθίαι, πρό-
[τερον μὲν στρα]τηγὸς γενόμενος ἦρξεν τὴν ἀρχὴν καλῶς καὶ ἀξίως οὐ μόνον τῆς̣
[φυλῆς ἀλλὰ καὶ] τοῦ σύμπαντος δήμου, ἀνερίθευτος καὶ ἀδωροδόκητος γενόμενος·
[— χορηγὸς δὲ] χειροτονηθεὶς πᾶσαν τὴν καθ’ αὑτὸν ἐκτένειαν καὶ χορηγίαν καὶ δ[α]-
[πάνην —]ΙΩΝ εἰσφερόμενος εἰς τὰ κοινά, τῆς τε φυλῆς κατασκευαζούσης ἐν
10 [τῇ ἀγορᾷ στο]άν, καὶ αὐτὸς ἐπαγγελίαν ποιησάμενος ἐκ τῶν ἰδίων ἔδωκεν εἰς τὴν κ̣[α]-
[τασκευὴν τῆς] στοᾶς· ὅπως οὖν καὶ Ὀτωρκονδεῖς φαίνωνται τοῖς καλοῖς καὶ ἀγαθοῖς̣
[ἀνδράσιν τοῖς π]ροαιρουμένοις φιλοδοξεῖν τὴν καταξίαν χάριτα καὶ τιμὴν ἀ̣πονέμον-
[τες· ἀγαθῇ τύ]χ̣ῃ̣· ἐπῃνῆσθαι Λιμναῖον καὶ στεφανῶσαι αὐτὸν χρυσέωι στεφάνωι
[καὶ εἰκόνι γραπ]τῇ ἀρετῆς καὶ φιλοδοξίας ἕνεκεν· ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐν τῶι ἱε-
15 [ρῶι τοῦ Διὸς τοῦ] Ὀσογω καὶ ἐπιγραφὴν ποιήσασθαι τήνδε· ἡ φυλὴ ἡ Ὀτωρκονδέων ἐτίμησεν
[Λιμναῖον Οὐλιάδ]ου κατὰ δὲ υἱοθεσίαν Μενάνδρου καὶ Δράκοντος χρυσέωι στεφάνῳ κ[αὶ]
[εἰκόνι γραπτῇ· ἀν]αγράψαι δὲ τόδε τὸ ψήφισμα ἐπὶ τοῦ τοίχο[υ] τοῦ περιβόλου τοῦ τεμένου[ς]
Search Help
Contact Us