Decree (of Mylasa) stating some prohibitions in shrine (of Labraunda) and penalties in case of transgression, on fragments of stele; 2; found at Labraunda: *ILabraunda 60 (PH); BE 1973:413; **Pouilloux, AC 42, 1973, 549 (ll. 3, 13).  
[ ] ILabr 60
1 [․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]ς̣ γει-
[ν․․․c.9․․․ μηδενὶ ἐξεῖναι πα]ρ̣ι̣έν̣α̣ι τῷ ἱερεῖ
[πλὴν τῶν ἤδη ἱερ]α̣μ̣έ̣ν̣ω̣ν̣ τοῦ̣ Διὸς τοῦ Λαβραύν-
[δου] ἢ̣ π̣α̣ί̣δ[ω]ν α̣ὐτῶν ἢ τοῦ̣ ᾑρημένου ἢ ὑπεσ-
5 [χ]η̣μ̣έ̣ν̣ο̣υ ἐν̣ τ̣ῷ ἑξῆς ἔτει ἱεράσασθαι τοῦ θ̣ε-
ο[ῦ τ]ο̣ύ̣τ̣ου ἢ νεωκόρων αὐτοῦ τῶν τε
ἐνεστηκότων καὶ τῶν̣ ἤ̣δη γεγονότων ἢ
τῶν αὐτοῦ δημοσίων, ὅτε μὴ τῷ προθυριω-
[μέ]ν̣ῳ ὑπηρετο̣ῦ̣σιν· ἐὰν δέ τις̣ π̣α̣ρ̣ὰ̣ τοῦτο
10 φωραθῇ εἰσεληλ̣υθώς, ἀπ̣οτῖσ̣α̣[ι α]ὐτὸν ἱερὰν
ζημίαν τῷ θεῷ 𐆖 φʹ· ὁμοίως δεδόχθαι προ-
σωτέρω τοῦ τρυφάκτου τ̣ου μετ̣αξὺ τοῦ τε ἀρ̣-
[γ]υ̣ρ̣οῦ θυμιατηρίου βωμοῦ καὶ τῆς τραπέζης
τ̣οῦ̣ θεοῦ ἐν παντὶ καιρῷ μηδεν̣ὶ ἐξεῖναι παριέ-
15 ν̣αι πλὴν τῶν̣ π̣ρ̣ο̣γεγραμμένων π̣αρῃτημέ-
ν̣ων ἐξ αὐτῶν̣ [τῶν] π̣α̣ίδων τῶν ἱερέων· εἰ δέ τις
φωραθείη, ἀπ̣[οτῖσ]αι α̣ὐ̣τὸν ζημίαν ἱερὰν̣ τῷ θε[ῷ]
𐆖 φ̣ʹ· ὁμοίως δε[δ]όχ̣[θ]α̣ι̣ μ̣η̣δενὶ ἐξῖναι προσαιτ[ῆ]-
[σαι] τ̣οῦ θεοῦ̣ πλὴ̣[ν τ]οῦ ἱ̣ε̣ρ̣έως καὶ τῶν ἤδη ἱε[ρα]-
20 [μέ]νων τῷ θ̣ε̣ῷ τ[ο]ύτῳ κ̣[αὶ] τῶν νεωκόρων̣ [αὐτοῦ]
[τῶ]ν̣ τε ἐνεστηκότων̣ κ̣α[ὶ] τ̣ῶν πεπαυμέ̣[νων ․c.2․]
[․․․c.9․․․]γ̣νωσθῇ̣, ἐ̣ὰ̣ν ἐπὶ τῇ περὶ τὸ[ν θεὸν ἢ]
[π]ερ[ὶ ․c.2․ τὰ ἱε]ρ̣ὰ θ̣[ρησκείᾳ] ἐκ̣ τοῦ με[․․c.8․․․]
Ε̣ΝΤ[․․․․․c.15․․․․․․]τω [Ε]ΞΩΤ[․․․c.10․․․]
25 ΤΙ[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]
Search Help
Contact Us