Honorary inscription for Aristeas Theaitetou
stephanephoros by boule, demos, and gerousia, on statue-base;
Roman; found at Iasos: Reinach, REG 6, 1893, 176-177, no. 10; BE
1894:393; Laum, Stiftungen II 121; *IIasos 87.
[ ]
IIasos 87
1 | ἡ βουλὴ καὶ ὁ δῆμος καὶ ἡ γερουσία |
Ἀριστέαν Θεαιτήτου στεφανηφο- | |
ρήσαντα, καὶ γυμνασιαρχήσαντα τῶν | |
πρεσβυτέρων, καὶ πρεσβεύσαντα | |
5 | ὑπὲρ τῆς πατρίδος εἰς τὴν ἡγεμο- |
νίδα Ῥώμην δωρεάν, καὶ στρατηγή- | |
σαντα εʹ, καὶ ἀγορανομήσαντα καὶ | |
τὰς λοιπὰς ἀρχὰς καὶ ὑπηρεσίας | |
πάσας τελέσαντα, καὶ ἀλείφοντα | |
10 | καὶ ὑπὲρ τοῦ υἱου Θεαιτήτου τοῦ |
Ἀριστέου Λέοντος ἥρωος τούς | |
τε νέους καὶ τοὺς πρεσβυτέρους | |
παρ’ ἐνιαυτὸν τὸν δέκατον μῆνα εἰς | |
τὸ διηνεκές, τειμῆς καὶ εὐνοίας χάριν | |
15 | τῆς εἰς ἑαυτόν. |