Honorary decree of boule and demos of Iasos for Kallias of
(no name), giving him proxeny and citizenship; IVe/IIIb; found on
Chios, from Iasos: CIG 2678; *IIasos 46.
[ ]
IIasos 46
0 | [— καὶ λέγων καὶ πράσσων ἀγαθὸν] |
ὅτι ἂν δ<ύν>ηται, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι | |
Καλλίαν ἀρετῆς [ἕν]εκεν ἧς ἔχει περὶ τὴν πόλιν, καὶ εἶναι αὐτὸ[ν] | |
πρόξενον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἰασέων· δεδόσθαι | |
αὐτῶι καὶ πολιτείαν μετέχοντι πάντων ὧν καὶ οἱ λοιποὶ Ἰασεῖς μ̣[ετέ]- | |
5 | χουσι· εἶναι δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκκπλουν καὶ ἐν εἰρήνηι καὶ ἐμ [πολέ]- |
μωι ἀσυλεὶ καὶ ἀσπονδεί, καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσιν· ὑπ[άρχειν] | |
δὲ ταῦτα καὶ τοῖς ἐγγόνοις αὐτοῦ· ἀναγράψαι δὲ τοὺς | |
νεωποίας τὸ ψήφισμα ἐν τῆι ἀγορᾶι. |