[ ]
Äg.Inseln — Astypalaia — 6 v.Chr. — IG XII,3.174; RDGE 341,67
0 | [ ] |
[δημι]ο̣ργοῦ δὲ Καιρογένευς Λευ[κ]α̣θέο̣υ̣. | |
Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸς Σεβαστὸς ἀρχιερεὺς | |
ὕπατος τὸ δωδέκατον ἀποδεδειγμένος | |
καὶ δημαρχικῆς ἐξουσίας τὸ ὀκτωικαιδέκατον {²⁶ὀκτωκαιδέκατον}²⁶ | |
5 | Κνιδίων ἄρχουσι βουλῆι δήμωι χαίρειν· οἱ πρέσ- |
βεις ὑμῶν Διονύσιος βʹ καὶ Διονύσιος βʹ τοῦ Διονυ- | |
σίου ἐνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ ψήφισμα ἀποδόντες | |
κατηγόρησαν Εὐβούλου μὲν τοῦ Ἀναξανδρίδα τεθνει- | |
ῶτος ἤδηι {²⁶ἤδη}²⁶, Τρυφέρας δὲ τῆς γυναικὸς αὐτοῦ παρούσης, | |
10 | περὶ τοῦ θανάτου τοῦ Εὐβούλου τοῦ Χρυσίππου. {²vac.}² ἐγὼι {²⁶ἐγὼ}²⁶ |
δὲ ἐξετάσαι προστάξας Γάλλωι Ἀσινίωι τῶι ἐμῶι φίλωι | |
τῶν οἰκετῶν τοὺς ἐνφερομένους τῆι αἰτίᾳ διὰ β̣α- | |
σάνων ἔγνων Φιλεῖνον τὸν Χρυσίππου τρεῖς νύ- | |
κτας συνεχῶς ἐπεληλυθότα τῆι οἰκίᾳ τῆι Εὐβού- | |
15 | λου καὶ Τρυφέρας μεθ’ ὕβρεως καὶ τρόπωι τινὶ πολι- |
ορκίας, τῆι τρ̣ίτηι δὲ συνεπηιγμένον {²⁶συνεπηγμένον}²⁶ καὶ τὸν ἀδελ- | |
φὸν Εὔβουλον, τοὺς δὲ τῆς οἰκίας δεσπότας Εὔβου- | |
λον καὶ Τρυφέραν, ὡς οὔτε χρηματίζοντες πρὸς | |
τὸν Φιλεῖνον οὔτε ἀντιφραττόμενοι ταῖς προσ- | |
20 | βολαῖς ἀσφαλείας ἐν τῆι ἑαυτῶν οἰκίαι τυχεῖν ἠδύναν- |
το, προστεταχχότας {²⁶προστεταχότας}²⁶ ἑνὶ τῶν οἰκετῶν οὐκ ἀποκτεῖ- | |
ναι ὡς ἴσως ἄν τις ὑπ’ ὀργῆς οὐ[κ] ἀδίκου προήχθηι {²⁶προήχθη}²⁶, ἀλ- | |
λὰ ἀνεῖρξαι κατασκεδάσαντα τὰ κόπρια αὐτῶν· τὸν | |
δὲ οἰκέτην σὺν τοῖς καταχεομένοις εἴτε ἑκόντα | |
25 | εἴτε ἄκοντα —— αὐτὸς μὲν γὰρ ἐνέμεινεν ἀρνούμενο[ς] —— |
ἀφεῖναι τὴν γάστραν, τὸν Εὔβουλον ὑποπεσεῖν δικαιό- | |
τερον ἂν σωθέντα τἀιδελφοῦ {²⁶τἀδελφοῦ}²⁶. πέπονφα δὲ ὑμεῖν καὶ α[ὐ]- | |
τὰς τὰς ἀνακρίσεις. {²vac.}² ἐθαύμαζον δ’ ἄν, πῶς εἰς τόσον | |
ἔδεισαν τὴν παρ’ ὑμεῖν ἐξετασίαν τῶν δούλων οἱ φ[εύ]- | |
30 | γοντες τὴν δίκην, εἰ μή μ̣οι σφόδρα αὐτοῖς ἐδόξ[ατε] |
χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ ἐναντία μισοπόνη[ροι], | |
μὴ κατὰ τῶν ἀξίων πᾶν ὁτιοῦν παθεῖν, {²vac.}² ἐπ’ ἀλλο[τρίαν] | |
οἰκίαν νύκτωρ μεθ’ ὕβρεως καὶ βίας τρὶς ἐπεληλυ[θό]- | |
των καὶ τὴν κοινὴν ἁπάντων ὑμῶν ἀσφάλειαν [ἀναι]- | |
35 | ρούντων ἀγανακτοῦντες, ἀλλὰ κατὰ τῶν καὶ ἡν̣[ίκ’ ἠ]- |
μύνοντο ἠτυχηκότων, ἠδικηκότων δὲ οὐδ’ ἔστ[ιν ὅ τι]. | |
ἀλλὰ νῦν ὀρθῶς ἄν μοι δοκεῖτε ποιῆσαι τῆι ἐμῆι π[ερὶ τού]- | |
των γνώιμηι {²⁶γνωμηι}²⁶ προνοήσαντες καὶ τὰ ἐν τοῖς δημ[οσίοις] | |
ὑμῶν ὁμολογεῖν γράμματα. ἔρρωσθε. |