Platas inscription of Adrastos Polychronios for self and family, with curse and penalty for unauthorized burial, on urn; imperial; found at Aphrodisias, part later at Smyrna: Fellows, Acct. 39-41 and 331-332, no. 41; CIG 2824 + p. 1115; Bailie, Fasc. ii 53-55 and 319-322, no. 78; *Cormack, Notes 15 and 61 fig. 9.  
[ ] Cormack, Notes 15 & 61, fig. 9
1 ὁ πλάτας ἐστὶν Ἀδράστου τοῦ Γλύκωνος τοῦ Γλύκωνος Λέοντος τοῦ
Ἑκατόμνονος Πολχρονίου· ὅντηνα πλάτον <σ>υν-
εχώρησεν αὐτῷ Πολυχρονία Καλ<λ>ικράτου·
εἰς ὃν πλάτον κατεσκεύασεν μνημεῖον τὸ ἐπικείμε-
5 ον τ<ῷ> πλάτᾳ, σορόν τε καὶ <ἰ>σώστας ἐν αὐτῷ
καὶ τὰ λυπὰ τὰ ἐν αὐτῷ·  εἰς ἳν σορὸν ἔθαψα Βαρίλλα<ν> τὴν
ἐ<μ>αυτοῦ γυναῖκα· βούλομαι δὲ καὶ αὐτὸς
ἐν τῇ σωρῷ τεθῆναι, ἕτερον δὲ μηδένα.  ἐν τῇ ἰσώστῃ
τῇ πρώτῃ ὑποκειμένῃ <τῇ> σορῷ ἐνταφῆναι
10 βούλομαι τὴν γυναῖκά μου καὶ Πολυχρόνιον τὸν υἱόν
μου, ἐν δὲ τῇ{ς} ἑτέρᾳ ἰσώστῃ τεθῆναι βούλομαι
Τατιανὸν καὶ Ἄδραστον τὰ τέκνα μου, ἕτερον δὲ
μή<τ>ε? ἐν τῇ σωρῷ μή<τ>ε? ἐν ταῖς ἰσώσταις
τεθῆναι· εἰ δὲ τὸν <ὕ>σπληγ<γα> οἱ κληρονόμοι μου μετὰ τὸ
15 ἐντεθῆναί με ἐν τῇ σορῷ μ<ὴ ἀ>σφαλίσονται,
ἔστω μου κληρονόμος ἡ θεὰ Ἀφροδείτη· τοῦτο δὲ ἐκδι-
κίσουσιν οἱ κατὰ καιρὸν νεωποιο<ί, οἳ> ἐπὶ αὐτοῦ
ἔστωσαν ὑπεύθινοι.  <ἐὰν δέ> [τ]ις [π]α<ρ>ὰ <τ>ὰ διατετα<γμένα>
ἕτε<ρ>όν τι[να θάψ]ῃ, [ἔ]στω ἐπάρατος
20 καὶ προσ<α>ποτεισάτο τῷ ἱερωτάτῳ ταμείῳ
𐆖 <εʹ?> ὧν τὸ τρί<τον ἔ>στω τοῦ ἐκδικήσαντος.
Search Help
Contact Us