Honorary decree of boule and demo[s] (of Amyzon) for Myonides Chrysaoros, on block of white marble; II2/II1; found at Amyzon: *Robert, Amyzon no. 35 (PH); BE 1984:428; Piejko, Gnomon 57, 1985, 620.  
[ ] Robert, Amyzon no. 35
1 ἐπὶ στεφανηφόρου Παμμένου το[ῦ —]
νίου, μηνὸς Δύστρου νουμηνίαι· Μηνόδοτ̣[ος —]
εἰσανγγέλει τῆι βουλῇ καὶ τῶι δήμω[ι· ἐπειδὴ]
Μυωνίδης Χρυσάορος ἀνὴρ καλὸς καὶ ἀγα[θὸς ὑπάρχων]
5 διὰ προγόνων ἀπὸ τῆς πρώτης ἡλικίας τὴ[ν πᾶσαν σπου]-
δὴν καὶ πρόνοιαν ποιούμενος διατετέλεκε[ν περὶ τῶν τ][ι]
δήμωι συνφερόντων χάριν τῆς ἐπαυξήσε[ως τῶν κ]οινῶ[ν]
πραγμάτων, ἀποδεδειγμένος τὴν ἑαυτοῦ π[ροθυμίαν] διὰ πλι-
όνων ἣν ἔσχηκεν εἴς τε τὸ θεῖον καὶ τὸν δῆμο[ν, εὐσεβῶς] μὲν τὰ
10 πρὸς τούς θεοὺς ἄγων, δικαίως δὲ τὰ πρὸς τ[οὺς ἀ]νθρώπους
ἱστάμενος, τοῦ τε δήμου χρείαν ἔχοντος π[ολλ]άκις διαφόρων
καὶ εἰς τὸν προσπεριτιχισμὸν τῆς πόλεως [ἑαυτὸ]ν ἐπέδωκεν εἰς
τὰ παρακαλούμενα προθύμως· ἵνα οὖν καὶ [ὁ δῆμος φαί]νηται τοὺς κα-
λοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν τι[μῶν ․․․․․․․c.18․․․․․․․] τοῖς εὐεργ̣[ε]-
15 τεῖν προαιρουμένο[ις —]
τιμηθη[—]
Search Help
Contact Us