Honorary decree of Abdera for envoys from Teos supporting
Abdera in Rome; 166 BC: *BCH 1880, pp. 47-52; **Syll3 656 (l.20);
**Robert, BCH 59, 1935, 507-513 (= OM I 320-326) (ll. 18, 21, 24,
26-7, 47); SEG 19, 687; **Herrmann, ZPE 7, 1971, pp. 72-7 (ll.
12-4, 19-20, 22-3, 26, 30, 35, 37-9, 42-8).
[ ]
BCH 1880, 47-52
1 | vacat ὁ δῆμος ὁ Ἀβ[δηριτῶν vacat] |
1.2 | <⁶⁵Ἀμύμο>⁶⁵- |
<⁶⁵να Ἐπι>⁶⁵- | |
<⁶⁵κούρου.>⁶⁵ | |
5 | |
2.2 | <⁶⁵Μεγάθυ>⁶⁵- |
<⁶⁵μον Ἀθη>⁶⁵- | |
<⁶⁵ναίου.>⁶⁵ | |
5 | |
vacat | |
5 | ἐπειδὴ χρείας τῶι δήμ[ωι γενο]μένης πρεσβείας εἰς |
Ῥώμην ὑπὲρ τῆς πατρίο[υ χώρας] περὶ ἧς ἐπιδοὺς ἀξίω- | |
μα βασιλεὺς Θρᾳκῶν Κότ[υς τῆι συ]γκλήτωι διά τε τοῦ υἱοῦ | |
αὑτοῦ καὶ τῶν ἁμ’ ἐκείν[ωι ἐξ]αποσταλέντων ὑπ’ [αὐ]- | |
τοῦ πρεσβευτῶν ᾐτεῖτ[ο τὴν π]άτριον ἡμῶν χώραν, | |
10 | αἱρεθέντες πρεσβευτα[ὶ ὑπὸ το]ῦ δήμου τοῦ Τηΐων Ἀμύ- |
μων τε Ἐπικούρου καὶ Μ[εγάθυμ]ος Ἀθηναίου, ἄνδρες | |
καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξ[ιοι τῆς ἰδ]ίας πατρίδος καὶ εὖνοι | |
τῶι ἡμετέρι δήμωι, οἵτ[ινες τὴ]ν πᾶσαν σπουδήν τε καὶ | |
φιλοτιμίαν εἰσήνεγκαν, [προθ]υ̣μίας οὐδὲν ἐλλείπον- | |
15 | τες· ἔν τε γὰρ ταῖς συνεδ[ρίαις τ]αῖς γενομέναις ὑπὲρ τῆς |
χώρας πᾶσαν ἐπίνοιαν π[αρέσχ]οντο χάριν τοῦ μηθὲν π[α]- | |
ραλειφθῆναι τῶν δυναμ[ένων ἐπα]νορθῶσαι τὰ πράγματα, ἀ- | |
ρίστην ἅμα καὶ σωτήριον [πραγμάτω]ν ἀπορουμένων ἀεὶ προ- | |
τιθέντες γνώμην εἴς τε̣ [Ῥώμην καὶ π]ρεσβεύσαντες ὑπὲρ τοῦ | |
20 | δήμου ψυχικὴν ἅμα καὶ σω[ματικὴν] ὑπέμειναν κ[α]κοπαθίαν, |
ἐντυγχάνοντες μὲν τοῖ[ς ἡγουμένοι]ς Ῥωμαίων καὶ ἐξομηρευ- | |
όμενοι διὰ τῆς καθ’ ἡμέρα[ν καρ]τερήσεως, παραστησάμε- | |
νοι δὲ τοὺς πάτρωνας τῆς [πόλ]εως εἰς τὴν ὑπὲρ τοῦ ἡμε- | |
τέρου δήμου βοήθειάν τ[ινες τε προ]νοουμένους τοῦ ἀντιδίκου | |
25 | ἡμῶν καὶ προστατοῦντα[ς ἡμετέρ]ων? πραγμάτων παραθέσει, |
ὥστε καὶ τῆς καθ’ ἡμέρα[ν γενομέν]ης? ἐφοδείας ἐπὶ τῶν ἀτρί- | |
ων ἐφιλοποιοῦντο· περὶ δ[ὲ τούτων ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δή- | |
μωι τῶι Ἀβδηριτῶν ἐπαιν[έσαι το]ὺς προγεγραμμένους ἄν- | |
δρας καὶ καλεῖσθαι εἰς προ[εδρίαν κατ’] ἐνιαυτὸν Διονυσίων τῶι ἀ- | |
30 | γῶνι, ἕως ἂν ζῶσιν, καὶ σ[τεφανοῦσ]θαι χρυσῶι στεφάνωι ἐς ἀεί, |
τὴν ἀναγγελίαν ποιουμέν[ου τοῦ] κήρυκος διότι ὁ δῆμος στε- | |
φανοῖ χρυσῶι στεφάνωι Ἀ[μύμονα Ἐ]πικούρου Τήϊον ἀρετῆς ἕνε- | |
κεν καὶ εὐνοίας τῆς εἰς ἑα[υτὸν, Μεγ]άθυμον Ἀθηναίου Τήϊον χρυ- | |
σῶι στεφάνωι ἀρετῆς ἕνε[κεν καὶ εὐν]οίας τῆς εἰς ἑαυτόν· οἱ δὲ νο- | |
35 | μοφύλακες οἱ ἐπὶ ἱερέως ΗΡΑ[․․5․․ ἀν]αγραψάτωσαν τόδε τὸ ψήφισ- |
μα εἰς στήλην λευκοῦ λίθ[ου καὶ ἀναθέ]τωσαν ἐν τῶι ἐπιφανεστά- | |
τωι τόπωι τῆς ἀγορᾶς, ἵνα [δὲ Τήιοι γ]ινώσκ̣ωσιν τὴν τοῦ δήμου | |
προθυμίαν, ἥν ἔχει πρὸς τ[οὺς καλοὺς] καὶ ἀγαθοὺς τῶν ἄνδρων, ἑ- | |
<λ>έσθωσαν οἱ νομοφύλακ[ες πρεσβε]υτὰς δύο πρὸς Τηΐους, οἵτ[ιν]ες | |
40 | ἀποδημήσαντες εἰς Τέ[ων καὶ δό]ντες τόδε τὸ ψήφισμα παρακα- |
λέσουσιν Τηΐους προσαγγ[εῖλαι ἐ]ψηφισμένας ὑπὸ τοῦ δήμου ἡ- | |
μῶν τοῖς πολίταις αὐτῶν [τιμὰς καὶ σ]υγχωρῆσαι τοῖς πρεσβευταῖς [ἀνα]- | |
στῆσαι στήλην λευκοῦ λίθ[ου ἐν τῶι ἐ]πιφανεστάτωι τόπωι, ἐν ἧι καὶ | |
ἀναγραφήσεται τόδε τὸ ψή[φισμα· τὸ δ]ὲ γενόμενον ἀνάλωμα εἴς | |
45 | τε τὴν στήλην καὶ τὴν ἀναγ[ραφὴν] τοῦ ψηφίσματος ἀπογραψά- |
μενοι τῆι πόλει, οἱ πρεσβε[υταὶ Τηΐου]ς? ἀμείβωνται κομισ̣ά̣[σ]θ̣ωσαν | |
ἀπὸ τῆς τραπέζης, θεμέν[ων ἐφόδιον] τὸ διπλάσιον τῶν νομοφυλά- | |
κων ἀπὸ τῶν εἰς τὰς πρεσβ[είας· τὸ δὲ] ψήφισμα τόδε εἶναι εἰς εὐχα- | |
ριστίαν τοῦ δήμου· ε[․4․․]ν πρεσβευταὶ Ἡρακλεί- | |
50 | δης Ἀλκίφρονος, Ἀλκ[․․․ Δη]μητρίου. |