Decree of Rhaukos according asylia to Teos; c. 200 BC: CIG
3051; *LW 63; **ICret I Rhaucos no. 1 (ll. 2, 5, 9-11, 13, 15).
[ ]
LW 63
1 | vacat Ῥαυκίων. vacat |
ἔδοξε Ῥαυκίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπειδὴ παραγε- | |
νόμενοι πρεσβευταὶ παρὰ τῶ δάμω<⁶¹ι>⁶¹[⁵¹]⁵¹ τῶ Τηΐων πορτὶ Ῥω- | |
κίονς Ἀπολλόδοτος Ἀστυάνακτος, Κωλώτας Ἑκατωνύμου | |
5 | ἐπελθ<⁶¹>⁶¹[⁵¹ι]⁵¹όντεν ἐπὶ τὰν ἐκκλησίαν ἐνεφάνιξαν τάν τε |
οἰκειότατα τὰν ὑπάρχονσαν Ῥαυκίοις ποθ’ αὑτόνς, | |
καὶ περὶ τᾶς ἀσυλίας τᾶς τε πόλεος καὶ τᾶς χώρας πα- | |
ρεκάλεσαν· ἔτι δὲ καὶ τῶ παρ’ Ἀντιόχω τῶ βασιλέος πρει- | |
γευτᾶ Ἀγησάνδρω παρακαλέσαντος μετὰ πάν<⁶¹>⁶¹[⁵¹σ]⁵¹σα<ς> | |
10 | σπουδᾶ[ς] καὶ φιλοτιμία[ς], ὁμοίως δὲ καὶ τῶν παρ’ ἁμῶν |
πρεισγευτᾶν ἐμφανιξάντων τὰν ὑμ[ῶ]ν εὔνοι[άν τε κ]αὶ | |
προθυμίαν, δεδόχθαι Ῥαυκίων τοῖς [κόσμοι]ς [καὶ τᾶι] πό- | |
λει ἀποκρίνασθαι Τ[η]ΐοι[ς], ὅτι ἅ τε καθ[ιάρωσι]ς [τῶι Δι]ονύ- | |
σωι τᾶς πόλεος καὶ τᾶς χώρας αὐτοῖς, ἅ τε ἀσυλία καὶ | |
15 | τἄλλα ἔνδοξα καὶ τίμια παρ’ [ἁμῶν ὑπάρξει αὐτοῖς —] |
νῦν τε καὶ τὸν ἄλλον χρόνον πάντα. |