Decree of Lato according friendship and asylia to Teos; c.
200 BC: CIG 3058 and p. 1125; *LW 67; **ICret I Lato no. 2 (ll.
9-12, 18-20).
[ ]
LW 67
1 | vacat Λατίων vacat |
ἔδοξε Λατίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπειδὴ | |
Τήϊοι συγγενεῖς καὶ φίλοι διὰ προγόνων ὑπάρχον- | |
τες ψάφισμα καὶ πρειγευτὰνς ἀπέσταλκαν Ἀπολ- | |
5 | λόδοτον καὶ Κωλώταν, οἱ δὲ ἐπελθόντες ἐπὶ τὸ κοι- |
νὸν τὸ Λατίων τό τε ψάφισμα ἐπέδωκαν καὶ αὐτοὶ | |
διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις τὰν ἐκτε- | |
[νεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιούμενοι] περί τε | |
[τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύσωι τᾶς] πό- | |
10 | [λιος καὶ τᾶς χώρας τᾶς Τηΐων καὶ τὰν ἀσυλίαν,] ἔτι |
[δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τί]μι[α διὰ] | |
[τὸν θεὸν, —] | |
13/17 | {²5 lines missing}² |
18 | [— ὅτι πρότερον ἁ πόλις καὶ νῦν δ’ ἐμ πᾶσιν] |
εὐχαριστεῖ καὶ μεμναμένοι τὰν προϋπάρχονσ[αν τᾶι] | |
20 | πόλει συγγένειαν τάν τε καθιέρωσιν τῶι Διονύσωι, τάν [τε] |
πόλιν καὶ τὰν χώραν ἦμεν ἱερὰν καὶ ἄσυλον βωλόμε[νοι] | |
χαρίζεσθαι Περδίκκαι δίδομεν, καὶ τὰ λοιπὰ τὰ ὑπάρχον- | |
τα ὑμῖν ἔνδοξα καὶ τίμια συνδιαφυλαξίομεν ἀπρο- | |
φασίστως ἐφ’ ὅσον κ’ ἴωμεν δυνατοὶ, καὶ εἴ τινές κα τῶν | |
25 | ὁρμιομένων Λατόθεν ἀδικήσωντί τινα Τήϊον ἢ κοινᾶι |
ἢ ἰδίαι παρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀσυλίας τᾶς τε | |
πόλεος καὶ τᾶς χώρας, ἐξέστω τῶι παραγενομένωι | |
Τηΐων ἐπιλαβέσθαι καὶ σωμάτων καὶ χρημάτων, εἴ τίς | |
κα ἄγηι· οἱ δὲ κόσμοι οἱ τοκ’ ἀεὶ κοσμίοντες ἀναγκαζόν- | |
30 | των ἀποδιδόμεν τὸς ἔχοντας ἀζήμιοι ὄντες καὶ ἀν- |
υπόδικοι· ἀγγράψαι δὲ καὶ τὸ δόγμα ἐς τὸ ἱερὸν τᾶς Ἐλευθυίας. |