2nd honorary decree of boule and demos (of Priene) for [Nympho]n Protarchou, phrourarchos; c. 266 BC; found at Güllübahçe: GIBM 416, ll. 9-10 (part); *IPriene 21.  
[ ] IPri 21
See also:
9 [ἐπὶ] στ[εφα]νηφόρου Ἀκάμαντος, μηνὸς Μεταγε[ιτνι]-
10 [ῶνος ․c.5․] ἱ̣σταμένου, Α[․․․c.9․․․]έου̣ εἶπε̣[ν· ἐπει]-
[δὴ Νύμφω]ν Πρωτάρχου φρούραρχος ἀποδειχθεὶς τῆς ἄ[κρας]
ὑπὸ τοῦ δήμου διέμεινέ τε πάντα τὸγ χρόνον ἐν τῶι φρου-
ρίωι κατὰ τὸν νόμον καὶ ἐπιμελῶς καὶ φιλοτίμως διαφυλά̣-
ξας μετὰ τῶν φρουρῶν παρέδωκε τῶι δήμωι καθότι καὶ πα-
15 ρέλαβεν, καὶ τοῖς φρουροῖς ὀρθῶς καὶ δικαίως χρώμενος
διετέλεσεν, τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι· ἐπηινῆισθαί τε Νύμφωνα καὶ στεφανῶσαι αὐτὸν
στεφάνωι χρυσέωι καὶ ἀναγγεῖλαι τὸν στέφανον καὶ δι
ἃς αἰτίας στεφανοῦται τοῖς πρώτοις Διονυσίοις αὐλητῶ[ν]
20 τῶι πρώτωι ἀγῶνι, τῆς δὲ ἀναγγελίας ποιήσασθαι τὴν ἐ-
πιμέλειαν τὸν ἀγωνοθέτην, ὅπως φαίνηται μνημονε[ύ]-
ων ὁ δήμος τῶν δικαίων ἀνδρῶν καὶ ἀγαθῶν· τὸ δὲ ψήφισμα τόδε
ἀναγράψαι εἰς τὴν στήλην τὴν πρότερον ὑπάρχουσαν αὐ-
τῶ<ι> ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, τὸ δὲ ἀνάλωμα τό τε εἰς τὸν
25 [σ]τέφανον καὶ τὴν ἀναγραφὴν τοῦ ψηφίσματος ὑπηρε-
τῆσαι τὸν νεωποίην Κλεότιμον ἐν τῶι μηνὶ τῶι Βοιηδρομιῶ{ι}-
[ν]ι {²⁶Βοιηδρομιῶνι}²⁶ τῶι ἐπὶ τοῦ θεοῦ τοῦ μετὰ Ἀκάμαντα, καὶ ἀνενεγκεῖν
[ἐ]ν λόγωι.
Search Help
Contact Us