Decree of Hellenes in Asia adopting suggestion of Paulus
Fabius Maximus, proconsul (of Asia), to move beginning of year to
Augustus’s birthday and honoring Paulus Fabius Maximus; c. 9 BC;
found at Priene, other copies at Apameia and Eumeneia: Mommsen &
Wilamowitz, MDAI(A) 24, 1899, 275-293; OGIS 458II; IPriene 105,
ll. 30-77 and p. 310; Deissmann, Licht vom Osten4, 313-7 (PH,
partial); Buckler, CR 41, 1927, 119-121; SEG 4, 490; Jones, CR 5,
1955, 244-5; SEG 15, 815; Laffi, SCO 16, 1967, 22-3, no. 6;
*Sherk 65D, ll. 30-77.
30 | ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας |
Ἕλλησιν, γνώμῃ τοῦ ἀρχιερέως Ἀπολλωνίου τοῦ Μηνοφίλου Ἀζανίτου· | |
ἐπε[ιδὴ ἡ θείως] διατάξασα τὸν βίον ἡμῶν πρόνοια σπουδὴν εἰσεν[ενκα]- | |
[μ]ένη καὶ φιλοτιμίαν τὸ τεληότατον τῶι βίωι διεκόσμη[σεν ἀγαθὸν] | |
ἐνενκαμένη τὸν Σεβαστόν, ὃν εἰς εὐεργεσίαν ἀνθρώ[πων] ἐπλή- | |
35 | ρωσεν ἀρετῆς, <ὥ>σπερ ἡμεῖν καὶ τοῖς μεθ’ ἡ[μᾶς σωτῆρα χαρισαμένη] |
τὸν παύσαντα μὲν πόλεμον, κοσμήσοντα [δὲ εἰρήνην, ἐπιφανεὶς δὲ] | |
ὁ Καῖσαρ τὰς ἐλπίδας τῶν προλαβόντων [εὐανγέλια πάντων ὑπερ]- | |
έθηκεν, οὐ μόνον τοὺς πρὸ αὐτοῦ γεγονότ[ας εὐεργέτας ὑπερβα- | |
λόμενος, ἀλλ’ οὐδ’ ἐν τοῖς ἐσομένοις ἐλπίδ[α ὑπολιπὼν ὑπερβολῆς,] | |
40 | ἤρξεν δὲ τῶι κόσμωι τῶν δι’ αὐτὸν εὐανγελί[ων ἡ γενέθλιος ἡμέ]ρα |
τοῦ θεοῦ, τῆς δὲ Ἀσίας ἐψηφισμένης ἐν Σμύρνῃ [ἐπὶ ἀνθυ]π̣άτου | |
Λευκίου Οὐολκακίου Τύλλου, γραμματεύοντος Παπ[ίωνος Διοσιεριτοῦ] | |
τῶι μεγίστας γ’ εἰς τὸν θεὸν καθευρόντι τειμὰς εἶναι στέφανον, | |
Παῦλλος Φάβιος Μάξιμος ὁ ἀνθύπατος τῆς ἐπαρχήας εὐεργέτης | |
45 | ἀπὸ τῆς ἐκείνου δεξιᾶς καὶ [γ]νώμης ἀπεσταλμένος ξὺν τοῖς ἄλλοις |
οἷς εὐεργέτησεν τὴν ἐπαρχήαν, ὧν εὐεργεσιῶν τὰ μεγέθη λόγος | |
εἰπεῖν οὐδεὶς ἂν ἐφίκοιτο, καὶ τὸ μέχρι νῦν ἀγνοηθὲν ὑπὸ τῶν Ἑλλή- | |
νων εἰς τὴν τοῦ Σεβαστοῦ τειμὴν εὕρετο, τὸ ἀπὸ τῆς ἐκείνου γενέ- | |
σεως ἄρχειν τῷ βίῳ τὸν χρόνον· διὸ τύχῃ ἀγαθῇ καὶ ἐπὶ σωτηρίᾳ δεδό- | |
50 | χθαι τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησι, ἄρχειν τὴν νέαν νουμηνίαν πάσα[ις] |
ταῖς πόλεσιν τῇ πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ἥτις ἐστὶν γενέ- | |
θλιος ἡμέρα τοῦ Σεβαστοῦ. ὅπως δὲ ἀεὶ ἡ {τε} ἡμέρα | |
στοιχῇ καθ’ ἑκάσ- | |
την πόλιν, συνχρηματίζειν τῇ Ῥωμαϊκῇ καὶ τὴν Ἑλληνικὴν ἡμέραν. | |
55 | ἄγεσθαι δὲ τὸν πρῶτον μῆνα Καίσαρα, καθὰ καὶ προεψήφισται, ἀρχόμε- |
νον ἀπὸ πρὸ ἐννέα μὲν καλανδῶν Ὀκτωβρίων, γενεθλίου δὲ ἡμέρας | |
Καίσαρος, τὸν δὲ ἐψηφισμένον στέφανον τῷ τὰς μεγίστας εὑρόντι | |
τειμὰς ὑπὲρ Καίσαρος δεδόσθαι Μαξίμωι τῶι ἀνθυπάτωι, ὃν καὶ ἀεὶ | |
ἀναγορεύεσθαι ἐν τῷ γυμ[νι]κῷ ἀγῶνι τῶι ἐν Περγάμωι τῶν Ῥω[μα]ίων | |
Σεβαστῶν, ὅτι στεφανοῖ [ἡ Ἀσ]ία Παῦλον Φάβιον Μάξιμον εὐ[σεβ]έ[σ]- | |
60 | τατα παρευρόντα τὰς εἰς Καίσαρα τειμάς. ὡσαύτως δὲ ἀνα[γορεύ]εσ- |
θαι καὶ ἐν τοῖς ἀγομένοις κατὰ πόλιν ἀγῶσιν τῶν Καισαρήων. | |
ἀναγραφῆναι δὲ τὸ δελτογράφημα τοῦ ἀνθυπάτου καὶ τὸ ψήφισμα τῆς | |
Ἀσίας ἐν στήλῃ λευκολίθωι, ἣν καὶ τεθῆναι ἐν τῶι τῆς Ῥώμης καὶ τοῦ | |
Σεβαστοῦ τεμένει. προνοῆσαι δὲ καὶ τοὺς καθ’ ἕτος ἐκδίκους ὅπως | |
65 | ἐν ταῖς ἀφηγουμέναις τῶν διοικήσεων πόλεσιν ἐν στήλαις λευ- |
κολίθοις ἐνχαραχθῇ τό τε δελτογράφημα τοῦ Μαξίμου καὶ τὸ τῆς Ἀσίας | |
ψήφισμα, αὗταί τε αἱ στῆλαι τεθῶσιν ἐν τοῖς Καισαρήοις. ἀχθήσονται | |
οἱ μῆνες κατὰ τάδε. Καῖσαρ ἡμερῶν λαʹ, Ἀπελλαῖος ἡμερῶν λʹ, | |
Αὐδναῖος ἡμερῶν λαʹ, Περίτιος ἡμερῶν λαʹ, Δύστρος κηʹ, Ξανδικός λαʹ, | |
70 | Ἀρτεμισιὼν ἡμερῶν λʹ, Δαίσιος λαʹ, Πάνημος λʹ, Λῶος λαʹ, Γορπιαῖος λαʹ, |
Ὑπερβερεταῖος λʹ· ὁμοῦ ἡμέραι τξεʹ. ἐφ’ ἕτος δὲ διὰ τὴν ἰντερκαλάριον | |
ὁ Ξανδικὸς ἀχθήσεται ἡμερῶν λβʹ. ἵνα δὲ ἀπὸ τοῦ νῦν στοιχήσωσιν οἱ | |
μῆνες καὶ αἱ ἡμέραι, ὁ μὲν νῦν ἐνεστὼς Περίτιος μὴν ἀχθήσεται μέχρι τῆς | |
ιδʹ, τῇ δὲ πρὸ ἐννέα καλανδῶν Φεβρουαρίων ἄξομεν νουμηνίαν μηνὸς | |
75 | Δύστρου, καὶ καθ’ ἕκαστον μῆνα ἀρχὴ{ι} ἔσται τῆς νουμηνίας ἡ πρὸ ἐννέα |
καλανδῶν. ἡ δὲ ἐνβόλιμος ἡμέρα ἔσται πάντοτε τῶν ἰντερκαλαρίων κα- | |
λανδῶν τοῦ Ξανδικοῦ μηνός, δύο ἐτῶν μέσων γεινομένων. |