Law concerning cult of Roman Demos and Rome; c. 130 BC: 7. Mil-Ber. 16-18; *Milet I 7, 203 (PH, partial); SEG 4, 425, 434; Sokolowski LSAM no. 49; SEG 15, 681; SEG 16, 713; Mellor, Thea Rhome 135; Tuchelt, Frühe Denkmäler 186.  
[ ] Milet I 7, 203
b.1 ἀγαθῇ τύχῃ· ὁ πριάμενος τὴν
ἱερωσύνην τοῦ Δήμου τοῦ Ῥω-
μαίων καὶ τῆς Ῥώμης ἱέρεω
ἀπογράψει παραχρῆμα πρὸς
5 τοὺς ταμίας καὶ βασιλεῖς ἄν-
δρα μὴ νεώτερον ἐτῶν εἴκοσι·
ὁ δὲ ἀπογραφεὶς ἱερήσεται ἔτη
τρία καὶ μῆνας ὀκτὼ ἄρχοντος
μηνὸς Μεταγειτνιῶνος τοῦ ἐπὶ
10 στεφανηφόρου Κρατίνου ἢ ἄλλον
παρέξεται τὸν ἱερησόμενον ἀν-
θ’ ἑαυτοῦ κατὰ ταὐτά, τελεσθεὶς Διὶ
Τελεσιουργῷ καὶ λήψεται παρὰ τοῦ
ταμίου ἔτους ἑκάστου τοῦ μηνὸς
15 τοῦ Ταυρεῶνος τῆι νουμηνίᾳ δρα-
χμὰς ἑξακοσίας καὶ θύσει τῷ δή-
μῳ τῶ<ι> Ῥωμαίων καὶ τῆι Ῥώμῃ τῇ μὲν
νουμηνίᾳ τοῦ Ταυρεῶνος μηνὸς
ἱερεῖον τέλειον, τῇ δὲ ἑνδεκάτηι
20 τοῦ αὐτοῦ μηνὸς θυέτωσαν οἱ εἰ-
σιόντες εἰς τὴν ἀρχὴν γυμνασί-
αρχοι μετὰ τῶν ἐφήβων ἱερεῖον τέ-
λειον τῶι Δήμωι τῶι Ῥωμαίων καὶ
τῇ Ῥώμῃ· ὁμοίως δὲ καὶ οἱ ἐξιόντες
25 [γ]υ̣μνασίαρχοι θυέτωσαν μετὰ
[τῶ]ν ἑαυτῶν ἐξεφήβων ἱερεῖον [τέ]-
[λει]ο̣ν καὶ διδότωσαν ἑκάτερ[οι τῷ]
[ἱερεῖ] τ̣ὰ γέρη{ι} τὰ γεγραμμ̣[ένα ․․6․․․]
a.1 καὶ εἰς τἆλλα ἀθλήματα μερίζων ἑκάσ-
τοις τὰ καθήκοντα ἆθλα τιθεὶς καὶ εἰς ἀ-
νάθεσιν ἆθλα, ὅπλα πολεμιστήρια μὴ
ἐλάσ<σ>ω τριῶν, ἔχοντα καὶ τὴν ἐπιγραφὴν
5 τοῦ ἀθλήματος, ποιούμενος τὴν ἐνδο-
ξοτάτην περὶ τού̣τ̣ω̣ν̣ σπουδὴν ἀκολού-
θως τῇ τοῦ δήμο̣[υ πρὸ]ς τὸ θεῖον εὐσε-
βείᾳ καὶ τῇ πρὸς Ῥω[μαίο]υ̣ς εὐχαριστίᾳ·
συνεπιμελεῖσθαι [δὲ μετ]ὰ τοῦ ἱέρεω<ι> καὶ
10 συνδιοικεῖν καὶ τοὺς γυμνασιάρχους τῶν
νέων, ὅπως οἱ ἀγῶνες ὡς ἐπιφανέστα-
τοι γίνωνται· τῇ δὲ ὀγδόῃ ἀνομένου τοῦ
αὐτοῦ μηνὸς τιθέτω ἀγῶνα ἐν τῇ παιδι-
κῇ παλαίστρᾳ λανπάδος τε καὶ τῶν ἄλ-
15 λων ἀθλημάτων τὴν πρέπουσαν ποιού-
μενος ἀθλοθεσίαν· συνεπιμελεῖσθαι δὲ
μετὰ τούτου καὶ συνδιοικεῖν τὸν ἀγῶνα
τοὺς παιδονόμους· τὴν δὲ τῶν ὅπλων ἀ-
νάθεσιν γείνεσθαι τῶν τιθεμένων ἐν τοῖς
20 Ῥωμαίοις κατὰ μὲν τὸ παρὸν ἐν τῷ γυμνασί̣-
ῳ τῶν νέων, ἐπὰν δὲ συντελεσθῇ τὸ ἱερὸν
τῆς Ῥώμης, ἐν τῶι Ῥωμαίῳ· θυέτω δὲ καὶ ὁ ἱέ-
ρεως ἑκάστου μηνὸς τῇ νουμηνίᾳ τῷ Δή̣-
μῳ τῷ Ῥωμαίων καὶ τῇ Ῥώμῃ ἱερῆον τέ-
25 λειον λαβὼν παρὰ τοῦ πρυτανεύοντος
ταμίου εἰς τὴν θυσίαν δραχμὰς δέκα· τοῦ
δὲ Θαργηλιῶνος μηνὸς τῇ ἑβδόμῃ θυέ-
τω ὁ αἰσυμνήτης τῶι Δήμῳ τῷ Ῥωμαί-
ων καὶ τῇ Ῥώμῃ ἱερεῖον τέλειον βοϊκὸν
30 καὶ διδότω{ι} γέρη τῶι ἱερεῖ τὰ διατεταγμέ-
να, θυέτω{ι} δὲ καὶ τοῦ  Μεταγειτνιῶνος
τῇ δωδεκάτῃ κατὰ ταὐτὰ καὶ τὰ γέρη δι-
δότω{ι}· ἐὰν δὲ ὁ θεὸς πρίηται τὴν αἰσυ-
μνητύν, θυέτωσαν οἱ προσέταιροι
35 τοῦ θεοῦ ἐν ἑκατέρᾳ ἡμέρᾳ ἱερῆον τέ-
λειον καὶ τὰ γέρη διδότωσαν τῷ ἱερεῖ
τὰ τεταγμένα· τοῦ δὲ μηνὸς τοῦ Βοιη-
[δ]ρομιῶνος τῇ ὀκτωκαιδεκάτῃ θύ-
[έτ]ωσαν οἱ πεντήκοντα ἄρχοντες ἱερῆ-
40 [ον τέλει]ον ὑϊκὸν καὶ διδότωσαν γέρη τῷ̣
[ἱερεῖ τὰ τεταγμένα —]
Search Help
Contact Us